# Epistulae 426.5

Aristaenetus, Epistulae, 426.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/426.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/426.5

λα ξ ς ω σαι τοὺς χρωμένους αὐταῖς. (6) ὧν ἐνθυμουμένων χρή τοὺς νῦν ἔχοντας περὶ πλεῖστου μὲν ποιεῖσθαι τοὺς καλοὺς καὶ δικαίους τῆς αὐτῶν πόλεως ἐπιστηκοῦντας, δευτέρους δὲ τοὺς τιμὴν καὶ δόξαν αὐτῇ καλὴν συμβαλεῖσθαι δυναμένους· ἅπαντες γὰρ ὥσπερ δείγματι τοῖς τοιούτοις χρῶντο καὶ τοὺς ἄλλους τοὺς συμπολιτευομένους ὁμοίους εἶναι τούτοις νομίζουσιν. (7) Ἵσως οὖν εἴποι τις ἂν ὅτι προσῆκει τοὺς εὐρέσθαι τι βουλομένους μὴ τὸ πρᾶγμα μόνον ἐπαινεῖν, ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἐπιδεικνύναι δικαίους ἂν τυγχάνοντας περὶ ὧν ἂν ποιῶνται τοὺς λόγους. ἐγὼ δ᾽ οὕτως· ἐγὼ τοῦ μὲν πολιτεύεσθαι καὶ ῥητορεύειν ἀπέστην· οὔτε γὰρ φωνὴν εἶχον ἰκανὴν οὔτε τόλμαν· οὐ μὴν παντάπασιν ἀχρηστος ἔφυν οὐδ᾽ ἀδόκιμος, ἀλλὰ τοῖς προηγημένοις λέγειν ἀγαθὸν τι περὶ ὑμῶν καὶ τῶν ἄλλων συμμάχων φανείη ἂν καὶ σύμβουλος καὶ συναγωγιστὴς γεγεννημένος, αὐτὸς τε πλείους λόγους πεποιημένος ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας τῆς τῶν Ἑλλήνων ἢ σύμπαντες οἱ τὰ βήματα κατατετριφότες. (8) ὑπὲρ ὧν ὑμεῖς ἂν μοι δικαίως πλείστην ἔχοιτε χάριν· μάλιστα γὰρ ἐπιθυμοῦντες διατελεῖτε τῆς τοιαύτης καταστάσεως. οἷμαι δ᾽ ἂν εἰ Κῶνον μὲν καὶ Τιμόθεος ἐτυχάνον ζῶντες, Διόφαντος δ᾽ ἦκεν ἐκ τῆς Ἀσίας, πολλὴν ἂν αὐτοὺς ποιήσασθαι σπουδὴν, εὐρέσθαι με βουλομένους ὧν τυγχάνω δεόμενος. περὶ ὧν οὐκ οἶδα τί δεῖ πλεῖω λέγειν· οὐδεὶς γὰρ ὑμῶν οὕτως ἐστὶ νέος οὐδ᾽ ἐπίλησμων, ὅστις οὐκ οἶδε τὰς ἐκείνων εὐεργεσίας. (9) Οὕτω δ᾽ ἂν μοι δοκεῖτε κάλλιστα βουλεύσασθαι περὶ τούτων, εἰ σκέψεσθε τὸς ἐστιν ὁ δεόμενος καὶ ὑπὲρ ποίων τινῶν ἀνθρώπων. εὐρήσετε τοίνυν ἐμὲ μὲν οἰκειότατα κεχρημένον τοῖς μεγίστοις ἀγαθοῖν αἰτίοις γεγεννημένους ὑμῖν τε καὶ τοῖς ἄλλοις, ὑπὲρ ὧν δὲ δέομαι τοιούτους ὄντας, οὕσους τοὺς μὲν πρεσβυτέρους καὶ τοὺς περὶ τὴν πολιτείαν ὄντας μὴ λυπεῖν, τοῖς δὲ νεωτέροις διατριβὴν παρέχειν ἡδεῖαν καὶ χρησίμην καὶ πρέπουσαν τοῖς ἡλικίοις. (10) Μὴ θαυμάζετε δ᾽ εἰ προθυμότερον καὶ διὰ μακροτέρων τῶν ἄλλων γέγραφα τὴν ἐπιστολήν· βούλομαι γὰρ ἀμφότερα, τοὺς τε παῖσιν ἡμῶν χαρίζεσθαι καὶ ποιῆσαι φανερὸν αὐτοῖς ὅτι χἂν μὴ δηλητηρώσι μηδὲ στρατηγώσι, ἀλλὰ μόνον μιμούνται τὸν τρόπον τὸν ἐμόν, οὐκ ἠμελημένος διαζωῶν ἐν τοῖς Ἑλλησιν. ἐν ἐτὶ λοιπὸν· ἂν ἄρα δόξῃ τι τούτων ὑμῖν πράττειν, Ἀγηνόρι τε δηλώσατε καὶ τοῖς ἀδελφοῖς, ὅτι μέρος τι καὶ δι᾽ ἐμὲ τυγχάνουσιν ὧν ἐπεθύμουν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
