# Epistulae 428.1

Aristaenetus, Epistulae, 428.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/428.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/428.1

ταύτην δ᾽ ἐποιήσαμην τὴν αἵρεσιν, οὐκ ἀγνοῶν τῶν λόγων τὸν ἐυμαγειριστότερον, ἀλλ᾽ ἀκριβῶς εἰδὼς ὅτι πράξεις μὲν εὐρεῖν χαλὰς καὶ μεγάλας συμφερούσας χαλεπὸν καὶ σπάνιον ἐστιν, ἐπαινέσαι δὲ τὰς ἀρετὰς τὰς ὑμετέρας ῥαδίως οὗς τ᾽ ἂν ἐγνώμην. οὐ γὰρ ἔδει με παρ᾽ ἑμαυτοῦ προχειρίζεσθαι τὰ λεχθησόμενα περὶ αὐτῶν, ἀλλ᾽ ἐκ τῶν ὑμῖν πεπραγμένων τοσαύτας ἂν καὶ τοιαύτας ἀφορμὰς ἔλαβον, ὥστε τὰς περὶ τῶν ἄλλων εὐλογίας μηδὲ κατὰ μικρὸν ἐναμιλλῶσαι γενέσθαι τῇ περὶ ὑμᾶς ῥηθείσῃ. 3 πῶς γὰρ ἂν τις ἢ τὴν εὐγένειαν ὑπερεβάλετο τῶν γεγονότων ἀφ᾽ Ἡρακλέους καὶ Διός, ἢν πάντες ἴσασιν μόνους ὑμῖν δημολογουμένους ὑπάρχειν, ἢ τὴν ἀρετὴν τῶν ἐν Πελοποννήσῳ τὰς Δωρικὰς πόλεις κτισάντων καὶ τὴν χώραν ταύτην κατασχόντων, ἢ τὸ πλῆθος τῶν κινδύνων καὶ τῶν τροπαίων τῶν διὰ τὴν ὑμετέραν ἡγεμονίαν καὶ βασιλείαν σταθέντων; 4 τίς δ᾽ ἂν ἠξίωσε διεξίεναι βουληθεὶς τὴν ὅλην τῆς πολέως καὶ σωφροσύνην καὶ πολιτείαν τὴν ὑπὸ τῶν προγόνων τῶν ὑμετέρων συνταχθεῖσαν; πόσους δ᾽ ἂν λόγοις ἐξεγένετο χρήσασθαι περὶ τὴν φρόνησιν τοῦ σοῦ πατρὸς καὶ τὴν ἐν ταῖς συμφοραῖς διοίκησιν καὶ τὴν μάχην τὴν ἐν τῇ πόλει γενομένην, ἥς ἡγεμὼν οὐ καταστάς καὶ μετ᾽ ὀλίγων πρὸς πολλοὺς κινδυνεύσας καὶ πάντων διενεγκὼν αἴτιος ἐγένου τῇ πόλει τῆς σωτηρίας, οὗ χαλλίων ἔργον οὐδεὶς ἂν ἐπιδείξειεν; 5 οὔτε γὰρ πόλεις κλεῖν οὔτε πολλοὺς ἀποκτεῖναι τῶν πολεμίων οὕτω μέγα καὶ σεμνὸν ἐστιν, ὡς ἐκ τῶν τοιούτων κινδύνων σῶσαι τὴν πατρίδα, μὴ τὴν τυχούσαν, ἀλλὰ τὴν τοιούτων ἐπ᾽ ἀρετῇ διενεγκούσαν. περὶ ὧν μὴ χωριῶς ἀλλ᾽ ἀπλῶς διελθὼν, μηδὲ τῇ λέξει κοσμήσας ἀλλ᾽ ἐξαριθμήσας μόνον καὶ γύδην εἰπὼν οὐδεὶς ὅστις οὐκ ἂν εὐδοκιμήσειεν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
