# Epistulae 430.1

Aristaenetus, Epistulae, 430.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/430.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/430.1

δὲ γλιχωμένων, τάχ' ἂν μανίαν εἶναι φήσειαν τὸ μέλειν ἐμοὶ τῶν τῆς Ἑλλάδος συμφόρων, ὥσπερ παρὰ τοὺς ἐμοὺς λόγους ἢ βελτίον ἢ χειρὸν αὐτὴν πράξουσαν. ὧν δικαίως ἂν ἅπαντες πολλὰν ἀνανδρίαν καὶ μικροψυχίαν καταγνοίεν, ὅτι προσποιούμενοι φιλοσοφεῖν αὐτοὶ μὲν ἐπὶ μικροῖς φιλοτιμοῦνται, τοὺς δὲ δυναμένους περὶ τῶν μεγίστων συμβουλεύειν φθονοῦντες διατελοῦσιν. 16 οὕτω μὲν οὖν βοηθοῦντες ταῖς αὐτῶν ἀσθενείαις καὶ βραχυμίαις ἵσως τοιαύτ' ἐροῦσιν· ἐγὼ δ' οὕτως ἐπ' ἐμαυτῷ μέγα φρονῶ, καίπερ ἐτὴ γεγονὼς ὀγδοήκοντα καὶ παντάπασι ἀπειρῶς, ὥστ' οἶμαι καὶ λέγειν ἐμοὶ προσῆκον μάλιστα περὶ τούτων καὶ καλῶς βεβουλεύθαι πρὸς σὲ πτοῦμενον τοὺς λόγους, καὶ τυχὸν ἀπ' αὐτῶν γενήσεσθαι τι τῶν δεόντων. 17 ἠγοῦμαι δὲ καὶ τοὺς ἄλλους Ἕλληνας, εἰ δεήσεσιν αὐτοὺς ἐξ ἀπάντων ἐκλέξεσθαι τὸν τε τῷ λόγῳ κάλλιστ' ἂν δυνήσεται παρακαλέσαι τοὺς Ἕλλήνας ἐπὶ τὴν τῶν βαρβάρων στρατείαν καὶ τὸν τάχιστα μέλλοντα τὰς πράξεις ἐπιτελεῖν τὰς συμφέρειν δοξάσας, οὐκ ἂν ἄλλους ἂνθ' ἡμῶν προκριθῆναι. καίτοι πῶς οὐκ ἂν αἰσχρὸν ποιήσαιμεν, εἰ τούτων ἀμελήσαιμεν οὕτως ἐντίμων ὄντων, ὧν ἅπαντες ἂν ἡμᾶς ἀξιώσειαν; 18 τὸ μὲν οὖν ἐμὸν ἐλαττὸν ἐστιν· ἀποφηνάσθαι γὰρ ἂ γινώσκει τις, οὐ πᾶν τῶν χαλεπῶν πέφυκεν· σοὶ δὲ προσῆκει προσέχοντι τὸν νοῦν τοῖς ὑπ' ἐμοῦ λεγομένοις βουλεύσασθαι, πότερον ὀλιγωρτητέον ἐστὶ τῶν Ἑλληνικῶν πραγμάτων γεγονότι μὲν ὡσπερ ὀλίγω πρότερον ἐγὼ διήλθον, ἡγεμόνι δὲ Λακεδαιμονίων ὄντι, βασιλεῖ δὲ προσαγορευομένῳ, μεγίστῃ δὲ τῶν Ἑλλήνων ἔχοντι δόξαν, ἢ τῶν μὲν ἐνεστῶτων πραγμάτων ὑπεροπτεῖν, μεῖζοι δ' ἐπιχειρητέον.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
