# Epistulae 431.3

Aristaenetus, Epistulae, 431.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/431.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/431.3

β'. Λιβανίῳ. Ἐπειδὴ τῆς ὑποσχέσεως ἐπελάθου (τρίτην γοῦν ἐστὶ σήμερον, καὶ ὁ φιλόσοφος Πρίσκος αὐτὸς μὲν οὐκ ἦκε, γράμματα δ' ἀπέστειλεν ὡς ἐτι χρονίζων), ὑπομιμνήσκω σε τὸ χρέος ἀπαιτῶν. ὀρθὸμα δὲ ἐστιν, ὡς οἶσθα, σοὶ μὲν ἀποδοῦναι ῥάδιον, ἐμοὶ δὲ ἧδιστον πάντων χωρίσασθαι. πέμπε οὖν τὸν λόγον καὶ τὴν ἱερὰν συμβουλήν, ἀλλὰ πρὸς Ἑρμοῦ καὶ Μουσῶν ταχέως, ἐπεὶ καὶ τούτων με τῶν τριῶν ἡμερῶν ἴσθι συντριψας, (2) εἴπερ ἀληθῆ φησιν ὁ Σικελιώτης ποιητής, ἐν ἡματὶ φάσκων τοὺς ποθοῦντας γηράσκειν. εἰ δὲ ταῦτὰ ἐστιν, ὥσπερ οὖν ἐστί, τὸ γῆρας ἡμῖν ἐτριπλασίασας, ὦ γενναῖε. ταῦτα μεταξὺ τοῦ πράττειν ὑπηνόρευσά σοι· γράφειν γὰρ οὐχ οἷός τε ἦν, ἀγοτέραν ἔχων τῆς ρώστης τὴν χεῖρα. καίτοι μοι καὶ τὴν γλώτταν εἶναι συμβεβηκεν ὑπὸ τῆς ἀνασκήσεως ἀργότεραν καὶ ἀδιάρθρωτον. ἔρρωσὼ μοι, ἀδελφέ ποθεινότατε καὶ προσφιλέστατε.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
