# Epistulae 438.2

Aristaenetus, Epistulae, 438.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/438.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/438.2

17 Ἰουλιανὸς Εὐγενίῳ φιλοσόφῳ. Δαίδαλον μὲν Ἰκαρίῳ φασὶν ἐκ κηροῦ πτερὰ συμπλασάντα τολμῆσαι τὴν φύσιν βιάσασθαι τῇ τέχνῃ. ἐγὼ δὲ ἐκεῖνον μὲν εἰ καὶ τῆς τέχνης ἐπαίνω, τῆς γνώμης οὐκ ἀγαμαι· μόνος γὰρ ὁῆ κηρῷ λυσίμῳ τοῦ παῖδός ὑπέμεινε τὴν σωτηρίαν πιστεύσαι. 2 εἰ δὲ μοι θείας ἤν κατὰ τὸν Τήιον ἐκεῖνον μελοποιοῦν τὴν τῶν ὀρνίθων ἀλλάζεσθαι φύσιν, οὐκ ἂν ὤπουν πρὸς Ὀλυμπον οὐδὲ ὑπὲρ μέμφεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὄρῶν τοὺς πρόποδας ἐπτην, ἵνα σε τὸ μέλημα τούτων, ὡς φασιν ἡ Σαπφώ, περιπτύζομαι. 3 ἐπεὶ δὲ με ἀνθρωπείου σώματος δεσμῷ καταχλείσασα ἡ φύσις οὐκ ἐθέλει πρὸς τὸ μετέωρον ἀπλῶσαι, οἷς ἐχὼ σε πτεροῖς μετέρχομαι, καὶ γράφω καὶ σύνειμι τῶν δυνατὸν τρόπον. πάνυς που καὶ Ὀμηρος αὐτοὺς οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν πτερόεντας ὀνομάζει, διότι δύνανται πανταχοῦ φοιτᾶν, ὥσπερ οἱ ταχύτατοι τῶν ὀρνίθων ἥ ἂν ἐθελῶσιν ἄπτοντες. 4 γράφε δὲ καὶ αὐτός, ὡ φίλε· ἵση γὰρ δήπου σοι τῶν λόγων, εἰ μὴ καὶ μείζων ὑπάρχει ἡ πτέρωσις, ἥ τοὺς ἑταίρους μεταθεῖν δύνασαι καὶ πανταχόθεν ὡς παρὼν εὐφραίνειν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
