# Epistulae 448.2-6

Aristaenetus, Epistulae, 448.2 to 448.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/448.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/448.2

λ’. Ἰουλιανὸς Ἀετίῳ ἐπισκόπῳ. Κοινῶς μὲν ἀπασὶ τοῖς ὁπωσῶν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου περιγλυδεμένοις ἐνεκεν τῆς τῶν Γαλιλαίων ἀπονοίας ἄνῃκα τὴν ψυχήν, σὲ δὲ οὐκ ἀνίημι μόνον, ἀλλὰ γὰρ καὶ παλαίας γνώσεώς τε καὶ συνθέας μεμνημένος ἀξιέσθαι προτρέπω μέχρις ἡμῶν. χρήση δὲ ὀχήματι δημοσίῳ μέχρι τοῦ στρατοπέδου τοῦ ἐμοῦ καὶ ἐνὶ παρίππῳ. λα’. Ἰουλιανὸς Λουκιανῷ σοφιστῇ. Καὶ γράφω καὶ ἀντιτυχεῖν ἀξιῶ τῶν ἴσων. εἰ δὲ ἀδικῶ συνεχῶς ἐπιστέλλων, ἀνταδικήσῃναι δέομαι τὰ δμοια παθῶν. λβ’. Ἰουλιανὸς Δοσίθεῳ. Μικροῦ μ’ ἐπῆλθε δακρύσαι. καίτοις ἔχρὼν εὐφημεῖν τοὔνομα τὸ σὸν φλεγόμενον· ἀνεμνήσθην γὰρ τοῦ γενναίου καὶ πάντα θαυμασίου πατρὸς ἡμῶν, ὃν εἰ μὲν ζηλώσεις, αὐτὸς τε εὐδαίμων ἔση, καὶ τῷ βίῳ δώσεις, ὡςπερ ἐκεῖνος, ἐφ’ ὅτω φιλοτιμήσεται· βαθυμήσας δὲ λυπήσεις ἐμέ, σαυτῷ δὲ ὅτε μηδὲν ὠφελος μέμψῃ.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
