# Epistulae 456.4

Aristaenetus, Epistulae, 456.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/456.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/456.4

13 ὡσπερ γὰρ ὁ Ἥλιος (ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρὸς σε τὴν εἰκόνα λάβῃ ὁ λόγος) ὁ δ᾽ οὖν Ἥλιος ὡσπερ, ὅταν ἀκτίσι καλαρθεῖς ἥλος λάμπῃ, οὐδὲ ἀποκρύψῃ τοῦ πρὸς τὴν αἴγλην ἐλθόντος, δ μὴ τὸ οἰκεῖον, ἐργάζεται, οὕτω δὴ καὶ σὲ χρὴν ἀφθόνως τῶν παρὰ σοῦ καλῶν ὅσον φωτὸς τοῦ Ἑλληνικοῦ ἐπαρδεύοντα μὴ ἀποκτεῖν, εἰ τις ἢ αἰδοὺς ἢ δέους ἕνεκα τοῦ πρὸς σε τὴν ἀντίδοσιν δυσπρεπῆται. 14 οὐδὲ γὰρ ὁ Ἀσκληπιοῦς ἐπ᾽ ἀμοιβῆς ἐλπίδοι τοὺς ἀνθρώπους ἰᾶται, ἀλλὰ τὸ οἰκεῖον αὐτῷ φιλανθρωπὲυμα πανταχοῦ πληροῖ. δ δὴ καὶ σὲ χρὴν ὡσπερεῖ. ψυχῶν ἐλλογίμων ἰατρὸν ὄντα ποιεῖν καὶ τὸ τῆς ἀρετῆς παράγγελμα διὰ πάντων σώζειν, ὅσον ἀγαθὸν τοῦτόν, ὅς, κἂν μὴ τὸν ἀντίπαλον ἔχῃ, πάντως ἐς τὸ καίριον ἀεὶ τὴν γείρα γυμνάζει. 15 ἐπεὶ μηδὲ ὁ σκοπὸς ἑκατέροισι ὁ αὐτός, ἡμῖν τε τῶν παρὰ σοῦ δεδιόν τυχεῖν καὶ σοὶ τοῖς παρ᾽ ἡμῶν διδομένοις ἐντυχέιν. 16 ἀλλ᾽ ἡμεῖς, κἂν μυριάκις γράφομεν, ἴσα τοῖς Ὀμηρικοῖς παισὶ παίζομεν, οἱ παρὰ τὰς θινὰς ὁ τι ἂν ἐκ πηλοῦ πλάσωσιν ἀφίᾳσι κλύζονται· παρὰ σοὶ δὲ καὶ μικρὸν γράμμα παντὸς ἐστι γονύμου βεβιατὸς χρείστον, καὶ ἐξάμην ἂν ἔγωγε Ἰαμβλῖχου μᾶλλον ἐπιστολὴν μίαν ἢ τὸν ἐκ Λυδίας χρυσὸν κεκτήσθαι. εἰ δὲ μέλει τί σοι τῶν ἐραστῶν τῶν σῶν (μέλει δέ, εἰ μὴ σφάλλομαι), μὴ περίδης ὡσπερ νεοττοὺς ἡμᾶς ἀεὶ τῶν παρὰ σοῦ τροφῶν ἐν χρείᾳ τυγχάνοντας, ἀλλὰ καὶ γράφε συνεχῶς καὶ τοῖς παρὰ σαυτοῦ καλοῖς ἐστιάσιν μὴ κατὸνει. 17 κἂν ἐλλίπομεν, αὐτὸς ἑκατέρου τὴν χρείαν

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
