# Epistulae 459.1

Aristaenetus, Epistulae, 459.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/459.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/459.1

θεῶν δόξα: ἐπειδὴ δὲ ἡμῖν οἱ θεοὶ τὴν ἐλευθερίαν ἔδοσαν, ἄτοπον εἶναί μοι φαίνεται διδάσκειν ἐκεῖνα τοὺς ἀνθρώπους, ὅσα μὴ νομίζουσιν εὖ ἔχειν. (7) ἀλλ’ εἰ μὲν οἴονται σοφοὺς ὄν εἶσιν ἐξηγήται καὶ ὧν ὧσπερ προσήκει καὶήνται, ζηλοῦντες αὐτῶν πρῶτον τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν· εἰ δὲ εἰς τοὺς τιμιωτάτους ὑπολαμβάνουσι πεπλαγχθαι, βαδίζοντων εἰς τὰς τῶν Γαλιλαίων ἐκκλησίας, ἐξηγησόμενοι Ματθαῖον καὶ Λουκᾶν, οἷς πεισθέντες ἱερείων ὑμεῖς ἀπέχεσθαι νομοθετεῖτε. βούλομαι ὑμῶν ἐγὼ καὶ τὰς ἀκοάς, ὡς ἂν ὑμεῖς εἴποιτε, καὶ τὴν γλῶτταν ἐξαναγεννηθῆναι τούτων ὧν ἐμοὶ γε εἴη μετέχειν ἀεὶ καὶ ὅστις ἐμοὶ φίλα νοεῖ τε καὶ πράττει. (8) τοῖς μὲν καθηγημοῖσι καὶ διδασκάλους οὕτωσι κοινὸς κεῖται νόμος· ὁ βουλόμενος γὰρ τῶν νέων φροτᾶν οὐκ ἀποκωλύεται. οὐδὲ γὰρ οὐδὲ εὐλογον ἀγνοοῦντας ἐπὶ τοὺς παῖδας ἐφ’ ὅ τι τρέπονται τῆς βελτίστης ἀποκλείειν ὁδοῦ, φόβῳ δὲ καὶ ἄκοντας ἄγειν ἐπὶ τὰ πάτρια. καίτοι δίκαιον ἦν, ὡσπερ τοὺς φρενιτίζοντας, οὕτω καὶ τούτους ἄκοντας ἰᾶσθαι, πλὴν ἄλλῃ συγγνώμῃ ὑπάρχει ἅπασι τῆς τοιαύτης νόσου. καὶ γὰρ οἶμαι διδάσκειν ἀλλ’ οὐχὶ κολάζειν χρή τοὺς ἀνόητους.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
