# Epistulae 459.2

Aristaenetus, Epistulae, 459.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/459.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/459.2

μβ’. Ἐκθώλωρ. Ἐγὼ μὲν κέχρημαι τοῖς Γαλιλαίοις ἅπασιν οὕτω πρᾶως καὶ φιλανθρώπως, ὥστε μηδένα μηδαμοῦ βίαν ὑπομένειν μηδὲ εἰς ἱερὸν ἄλγεσθαι μηδὲ εἰς ἄλλο τι τοιούτων ἐπηρεᾶσθαι παρὰ τὴν οἰκεῖαν προῃρεσιν· οἱ δὲ τῆς Ἀρειανικῆς ἐκκλησίας ὑπὸ τοῦ πλούτου τρυφῶντες ἐπεχείρησαν τοὺς ἀπὸ τοῦ Οὐαλεντινοῦ, καὶ τετολμηχαι τοσαῦτα κατὰ τὴν Ἔδεσσαν, ὅσα οὐδέποτε ἐν εὐνομούμενῃ πόλει γένοιτ’ ἄν. (2) οὐκοῦν ἐπειδὴ αὐτοὺς ὑπὸ τοῦ θαυμασιωτάτου νόμου προεῖρται **, ἵν’ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εὐδοτότερον πορευθῶσι, πρὸς τοῦτο συναγωνιζόμενοι τοῖς ἀνθρώποις αὐτῶν τὰ χρήματα τῆς Ἔδεσσηνῶν ἐκκλησίας ἅπαντα ἐκελεύσαμεν ἀναληφθῆναι δοθησόμενα τοῖς στρατιώταις, καὶ τὰ κτήματα τοῖς ἡμετέροις προστεθῆναι πριβᾶτοις, ἵνα πενόμενοι σωφρονῶσι, καὶ μὴ στερηθῶσιν ἥς ἐπὶ ἐλπίζουσιν οὐρανοῦ βασιλείας. (3) τοὺς οἰκοῦσι δὲ τὴν Ἔδεσσαν προαγορεύομεν ἀπέχεσθαι πάσης στάσεως καὶ φιλονεικίας, ἵνα μὴ τὴν ἡμετέραν φιλανθρωπίαν κινήσαντες καθ’ ὑμῶν αὐτῶν ὑπὲρ τῆς τῶν κοινῶν ἀταξίας δίχην τίσπητε, ξίφει καὶ φυγῇ καὶ πυρὶ ζημιωθέντες.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
