# Epistulae 465.2

Aristaenetus, Epistulae, 465.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/465.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/465.2

Προτεθῶ τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρέυσιν. να’. Ἰουλιανὸς Βοστρηνοῖς. Ὅμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας ἔχειν μοι μείζονα χάριν ἢ τῷ φθασαντι πρὸ ἐμοῦ τὴν ἀρχὴν ἐπιτροπεῦσαι. συνέδην γὰρ ἐπὶ μὲν ἐκείνου τοὺς πολλούς αὐτῶν καὶ φυγαδεύθηναι καὶ διωχθῆναι καὶ δεσμευθῆναι, πολλὰ δὲ ἤδη καὶ σφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν, ὥστε ἐν Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ Βιθυνίᾳ καὶ Γαλατίᾳ καὶ πολλοῖς ἄλλοις ἔθνεσιν ἀρδην ἀνατραπῆναι πορθηθείσας κώμας. (2) ἐπ’ ἐμοῦ δὲ τοὐναντίον, οὗτε γὰρ ἐφορισθέντες ἀφείρησαν, καὶ οἱ δημοσιῶντες ἀπλάσιον τὰ σφέτερα πάντα νόμῳ παρ’ ἡμῶν ἔλαβον. οἱ δ’ εἰς τοσοῦτον λυσσομανίας ἤκουσι καὶ ἀπονοίας, ὥστε, ὅτι μὴ τυραννεῖν ἐξεστὶν αὐτοῖς μηδὲ ἃ ποτε ἐπράττον κατ’ ἀλλήλων ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο διατρίβειν, παραξυνόμενοι πάντα κινδυνεῖν λίσθον καὶ συνταράττειν τολμῶσι τὰ πλήθη καὶ στασιάζειν, (3) ἀσεβοῦντες μὲν εἰς τοὺς θεούς, ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις προστάγμασι, καίπερ οὕτως οὖσι φιλανθρώποις. οὐδένα γοῦν αὐτῶν ἀκοντα πρὸς βωμοὺς ἐώμεν ἐλθεσθαι, διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν, εἴ τις ἐκὼν χειριδίων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν, καθάρσια προσφέρεσθαι πρώτων καὶ τοὺς ἀποτροπαίους ἱκετεύειν θεούς. (4) οὕτω πόρρω τυγχάνομεν τοῦ τινὰ τῶν δυσσεβῶν ἐθελῆσαι ποτε ἢ διανοηθῆναι τινὰ παρ’ ἡμῖν εὐαγῶν μετασχεῖν θυσιῶν, πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς τοὺς θεούς, τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
