# Epistulae 475.2

Aristaenetus, Epistulae, 475.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/475.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/475.2

ξ'. Τῷ αὐτῷ. Ἰκανὴν ὁμολογῶ τῆς σῆς ἀπολείψεως ἐκτετινέκαι δίχην οὐ μόνον ὅς παρὰ τὴν ἀποδημίαν συνηνέχθην ἀνιαρὸς, ἀλλὰ γὰρ καὶ αὐτῷ τούτῳ πλέον, ὅτι σου τὸν τοσοῦτον ἀπελείφην χρόνον, καίτοι πολλαῖς καὶ ποικίλαις πανταχοῦ χρησάμενος τύχαις, ὡς μηδὲν ἀπείρατον καταλιπεῖν. (2) ἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ ψυχῆς πλάνην καὶ φόβους παντοίους, ἐπὶ δὲ χειμῶνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διαπλοῦς μυρίας ὧν καὶ πολυτρόπους συμφοράς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίνω ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑμῶν ἀπολιπόντ' οὐκ εἶδον. (3) ὡστ' εἴπερ ἀχλύον τινὰ τοῖς ἐμοῖς ὀφθαλμοῖς καὶ νέφος πολὺ περικεύθαι λέγωμι, μὴ θυμαλγῶς· τότε γὰρ οὐχ ὅτι με καὶ ἀπὸ εὐδίας καὶ φέγγους ἡλίου λαμπρότατον καὶ οἷον ἔαρ ἀληθῶς τοῦ βίου περιέξει κάλλιστον, ὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ καθάπερ ἀγαθῷ πατρὶ παὶς γνησίος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὁρθεὶς εἴτα ὅσα ἐπαθὼν καὶ δι' ὧσων κινδύνων ἦλθον εἰπὼν καὶ οἷον ἐπ' ἀγκύρας ἱερᾶς ὁρμίζομενος ἀρκοῦσαν ἤδη τῶν ἀλγεινῶν παραψύχην εὑρωμαι. (4) παραμιθεῖται γὰρ ὡς εἰκὸς καὶ ἐπικουρίζει τὰς συμφοράς ὅταν τις ἀ πένονθεν εἰς τοὺς ἄλλους ἔκφροσα καλλιστὰς διανείμῃ τοῦ πάθους τὴν γνώσιν ἐν τῇ κοινωνίᾳ τοῦ λόγου. τέως γε μὴν ὅς ἔχω σὲ κατὰ δύναμιν τὴν ἐμὴν μέτειμι· καὶ γὰρ οὐ παύσομαι τὸν ἐν μέσῳ τῆς ἀπολείψεως χρόνον τῷ τῶν γραμμάτων θεραπεύειν συνθήματι. (5) εἰ δὲ δή καὶ ἀντιτύχοιμι παρὰ σοῦ τῶν ἴσων, ὑφήσω τι καὶ μικρόν, οἷον ἀντὶ σωτηρίου τινὸς συμβόλου τοῖς σοῖς δμιλίων γράμμασι. σὺ δὲ δέξοιο τὰ παρ' ἡμῶν σὺμενῶς, παρέχους δὲ καὶ σεαυτὸν εἰς ἀμοιβὴν εὐμενέστερον, ὡς δ' τι ἂν σημύχης καλὸν ἢ γραφῆς, ταῦτα ἀντὶ τῆς Ἑρμοῦ λόγου φωνῆς ἢ τῆς Ἀσκληπιου χειρὸς παρ' ἡμῖν κρίνεται.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
