# Epistulae 480.5

Aristaenetus, Epistulae, 480.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/480.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/480.5

οα´. Ἰουλιανὸς Πρίσχω. Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δούς αὐτῷ φέρειν ἐπιστολὰς πρὸς σέ, καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, εἰς πλεῖονα χρόνον. ἰστορῆσαι δέ σοι τὸν Ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεοῖ πάντα κατὰ γνώμην, εἰ μή γε τὴν Γαλατῶν ἀμωυσίαν καὶ τὸν χειμῶνα διευλαβηθείς. (2) ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἡ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ δυνυμὶ σοι τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα, ὅτι διὰ τοῦτο ζῶν εὐχομαι, ἡμῖν τι χρήσιμος γένωμαι. (3) τὸ δὲ ὑμῖν ὅταν εἴπω, τοὺς ἀληθινούς φημὶ φιλοσόφους, ὧν εἶναι σε πεισθὲς οἶδα πῶς ἐφίλητα καὶ φίλῳ καὶ ὀρθὸν εὐχομαι. ἐρρωμένον σε ἡ θεῖα πρόνοια διαφυλάξειε πολλοῖς χρόνοις, ἀδελφέ ποθεινότατε καὶ φιλικώτατε. τὴν ἱερὰν Ἰππίαν καὶ τὰ παῖδια ὑμῶν προσαγορεύω.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
