# Epistulae 487.1

Aristaenetus, Epistulae, 487.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/487.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/487.1

τοὺς πολλοὺς ἀξιοῦσι. (21) ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει, ὦ Κρόνε, καὶ ἀφόρητον ἡγοῦμεθα τὸ πρᾶγμα, τὸν μὲν ἐφ’ ἀλουργίδων κατακειμένον τοσούτοις ἀγαθοῖς ἐντυφῶν ἐργαζόμενον καὶ ὑπὸ τῶν συνὄντων εὐδαίμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ τοὺς ὁμοίους ὀνειροπολεῖν εἰ ποθεν ὀβολοὶ τέτταρες γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλείφρων ἐμπεπλησμένοι καθεύδειν, κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντες. ἢ τοίνυν ταῦτα, ὦ Κρόνε, ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ ὕστατον, αὐτοὺς γε ἐκείνους κελεύειν τοὺς πλουσίους μὴ μόνους ἀπολεύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ μὲν μεδίμων τοσούτων χρυσίου χοινικὰ γε ἡμῖν πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα χάν ὑπὸ σιτῶν διαφθαρθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε, ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ χρόνου διαφθαρησόμενα ἡμῖν δούναι περιβαλέσθαι μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρύσι πολλῶ κατασαπῆναι. (22) καὶ μὴν καὶ δεῖπνιζειν ἕκαστον ἄρτι μὲν τέτταρας ἄρτι δὲ πέντε τῶν πενήτων παραλαμβάνοντας, μὴ μέντοι ἐς τὸν νῦν τρόπον τῶν δεῖπνων, ἀλλ’ ἐς τὸ δημοτικώτερον, ὡς ἐπ’ ἰσης μετἔχειν ἀπαντας καὶ μὴ τὸν μὲν ἐμπορεῖσθαι τῶν δώρων καὶ τὸν οἰκέτην περιμένειν ἐσθῦτα, ἔστ’ ἂν ἀπαγορεύσῃ ἐσθίειν, ἐφ’ ἡμᾶς δὲ ἐλθόντα, ἐπὶ παρακεκαθιζομένους ὡς ἐπιβαλόντων τὴν χεῖρα, παραμειβεσθαι, δεῖξαντα μόνον τὴν λοπάδα ἥ ὅσον ἐστὶ τοῦ πλακοῦντος τὸ λοιπόν, μηδὲ ἐσχομιαθέντος ὡς διανέμοντα τῷ μὲν δεσπότῃ παρατιθέναι τὸ ἡμίτομον ὅλον σὺν τῇ κεφαλῇ, τοῖς δὲ ἄλλοις ὀστὰ φέρειν ἐγκεκαλυμμένα. προειπεῖν δὲ καὶ τοῖς οἰνοχόοις μὴ περιμένειν, ἔστ’ ἂν ἐπτάκις αἰτήσῃ πιεῖν ἡμῶν ἕκαστος, ἀλλὰ ἤν ἀπαξ κελεύσῃ, αὐτίκα ἐγχέαι καὶ ἀναδούναι μεγάλην κύλικα ἐμπλησαμένους ὥσπερ τῷ δεσπότῃ. καὶ τὸν οἶνον δὲ πᾶσι τοῖς συμπόνους ἕνα καὶ τὸν αὐτὸν εἶναι· ἢ ποῦ γὰρ γεγράφατο τούτων τὸν νόμον, τὸν μὲν ἀνθισμίου μεθύσκεσθαι, ἐμοὶ δὲ ὑπὸ τοῦ γλεύκους διαρρύγνυσθαι τὴν γαστέρα; (23) ἤν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἐσὴ πεποιηκὼς, εἰ δὲ μή, ἔχεινοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοὺς ἀνατρέψαντα τὸν ἀμφορέα καταξῆσαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιπλαθόμενον τὸ τάρυξος μὲν ἐς τὴν φακὴν ἐμβαλεῖν, τὴν κύνα δὲ παρεισπεσοῦσαν τὸν τε ἀλλάντα ὅλον καταφαγεῖν, περὶ τὰλλα τῶν ὀψοποιῶν ἔχοντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ, τὸν δὲ ὕν καὶ τὸν ἐλαφὸν καὶ τὰ δελφάκια μεταξὺ ὀπτόμενα τὸ ὁμοῖον ποιεῖν ὅπερ Ὀμηρος περὶ τῶν Ἡλίου βοῶν φησὶ, μᾶλλον δὲ μὴ ἔρπειν μόνον, ἀλλ’ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς, καὶ τὰς ὄρνεις δὲ τὰς παχεῖας, καίτοι ἀπτερούς ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνον ἀπολαύοιεν αὐτῶν. (24) ὅ δὲ ἤν μάλιστα ἂν αὐτοὺς ἀνιάσειε, τὸ μὲν χρυσίον μύρμηκας τινας οἷους τοὺς Ἰνδικούς ἀνορύττοντας

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
