# Epistulae 518.2

Aristaenetus, Epistulae, 518.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/518.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/518.2

ξδ' Ἀμειδάμαντι καὶ Θρασύβουλῳ. Ἵμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ὧ ἔδανεῖσασθε, Τεύχρῳ λέγετε, ὁ δ' οὐ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἑρακλέα οὐδ' ὑμῖν ἀπιστεῖν οὐτ' ἐκείνῳ μὴ πιστεύειν· ὁ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὅπως ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι' ἃς γ' αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῖν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδοκῶ. εἰ μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τάλανθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστίν, πονηρὸν εὑρεθῆναι. χρεῖττον γὰρ ἠγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν χρείαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὐρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
