# Epistulae 533.6

Aristaenetus, Epistulae, 533.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/533.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/533.6

ρζ’ Πολυδύκει. Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦ- σωσι, πράξει βουλόμενος ἐπιστεῖλαι σοι δεῖν ὡγήνην, ἵν' ἐν ᾧ παρὰ γνώμην ἐσφάλης, οὐ πεισθεὶς ἐμοὶ τὰ βέλτιστα εἰπόντι, μέρος συμφορᾶς γενομένος ἐπιτιμῶν (οὐδὲν γὰρ ἕτερόν μοι δοκοῦσιν οἱ τοῦθ' αἰρούμενοι ποιεῖν ἢ πολὺν ἐαυτῶν ἄπαινον εὐβουλίας διατιθέμενοι κατηγορεῖν τῶν ἐπτακοίτων, ὅτι οὔτε προέγνωσαν τὸ συμφέρον, οὔτε τοῖς προειποῦσιν ἐπεῖσθησαν), ἀλλ' ὡςπερ αἰσθανόμενος περὶ σοῦ τὰ μέλλοντα ἐσεσθαι, ἵνα μὴ πάθης, οἰκειότατος ἐγενόμην, οὕτω πεπονθότος δὲ μήποτ' ὤφελες, αὐτὸς οἶμαι καὶ συναμαρτεῖν καὶ συνταλαιπωρεῖν. (2) προὔλεγον μὲν γάρ, ἵνα μὴ γένηται· γενομένων δὲ διὰ τὴν τύχην συνατυχῶ καὶ τῇ τύχῃ οὐκ ἀνειδίζω, ἀλλ' ἵνα μὴ μείνη τοιαῦτα, ὡς ἐνεστὶ περιλοτιμήσω. ταῦτα μὲν οὖν παρὰ τῆς σεαυτοῦ μητρὸς ἤκων ἀμείνον ἂν μάθους· σὺ δὲ σκέλιος, ὃς οὐδ' ἐκπεσὼν τῆς πατρίδος παρ' ἡμῖν ἐβουλήθης ὡς εὐνουστάτοις τὰς φυγὰς ἀναπαῦσαι. τοῦτο δὲ εἰ μὲν ἄλλου τοῦ χάριν εἴλου, δίκαιος οὐκ ἂν εἴης περὶ ἡμᾶς· εἰ δ' ὡς ἀνειδισησόμενος ἡδεῖσθης τοὺς προειπόντας καὶ οὐ πείσαντας, μικροῦ δέω λέγειν ὅτι καὶ ἡδομαι οὕτω σου σωφρονούντος, αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς προειρημένοις οὐκ ἂν ἐπὶ τοῖς αὐτοῖς ἀλάσχοιο ἀμαρτάνων.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
