# Epistulae 538.4

Aristaenetus, Epistulae, 538.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/538.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/538.4

CXXI. Ἱμεραίοις. Ἐκέλευσα ὑμῖν Στησίχορόν μοι ἀποστεῖλαι καὶ Κόνωνα καὶ Ἑρμοκράτην διὰ τάχους, ὑμεῖς δὲ ἀντὶ Ἑρμοκράτους καὶ Κόνωνος καὶ Στησιχόρου Σαμέαν καὶ Νίκαρχον ἐπέμψατε. ἐγὼ δὲ εἰ μὲν, ὅπον ὑμεῖς με ὑπετοπάζεσθε εἶναι, τοιοῦτός ἤμην, οὐκ ἂν ἠγνόουν, ὅτι δι’ ἐκείνους ἐμὲ ἀποδοῦναι ὑμῖν τι τῶν ἀνηκέστων ἐχρῆν, καὶ ἥκον ἂν καὶ Στησίχορος καὶ Κόνων πρὸς με καὶ Ἑρμοκράτης εὐθέως. καὶ γὰρ Κόνωνος μὲν ὑμῖν πεπορνευκότος ἀνθρώπου ἐστὶ τις πρόνοια, Σαμέα δὲ καὶ Νίκαρχον, ἐπιφανεστάτων ἀνδρῶν καὶ κάλλιστα ἐξ ἀπάντων ὑμῶν βεβιωκότων, οὐκ ἔστιν. ἀλλ’ οὔτε ἐπιεικεῖς ἀνδρὰς καὶ μηδὲν με ἠδικήκotas μηδὲ τὴν πατρίδα τὴν ἑαυτῶν ἀδικεῖν ἐβουλόμην, οὔτε νόμον κοινὸν Ἑλλήνων καταλύειν. καίτοι ὑμεῖς γε πολλοὺς νόμους Ἑλλήνων κοινοὺς κατέλυσατε, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐν οἷς πρὸς με ἐπολιτεύεσθε· λόγῳ δ’ οὐδὲν δέομαι λέγειν αὐτὰς τε εἰδὼς καὶ πρὸς εἰδότας γράφω. (2) ἀλλ’ οὐκ ἐμιμησάμην γε ὑμᾶς οὐδὲ μιμησόμεθα ἐγὼ ὁ ἀνδροφόνος καὶ ἐναγὴς τοσούτοις ἄγεσιν, ἀλλ’ ἐπεμψα ὑμῖν τοὺς πρέσβεις, παρόν δυοῖν θάτερον ἀμωγῆτι ἔχειν, ἢ ἐκείνους ὑμᾶς ἀναγκάσαι ἀντὶ τούτων πέμψαι, ἢ εἰς τοὺς ἐν χερσὶν ὄντας ἀρκεῖν τὴν πρὸς ἐκείνους ὀργήν. καὶ μὴν εἰς τοῦτό γε ἤδη κατέστησε τὰ πράγματα ἡμᾶς καὶ αἱ ἀνάγκαι τοῦ μὴ δικαίως βιοῦν, ὥστε μηδὲν παρὰ τοῦτο χειροὺς ἡμᾶς νομισθῆναι ἀποκτείναντας τοὺς πρέσβεις ὑμῶν, μηδὲ ἀμείνους σῴσαντας. πέφυρται γὰρ ἤδη τὰμὰ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
