# Epistulae 554.1

Aristaenetus, Epistulae, 554.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/554.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/554.1

ΦΕΡΕΚΥΔΟΥ ΕΠΙΣΤΟΛΗ. Θαλῆ. Εὐ ὁνήσκοις ὅταν τοι τὸ χρεῶν ἦκη. νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθευρῶν ἔβρουν πᾶς καὶ με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ' ὧν τοῖσι οἰκινήτῃσι, ἐπὴν με καθάψωσι, ἔς σέ τὴν γραφὴν ἐνεῖχαι. σὺ δὲ ἤν δοκιμώσῃς σὺν τοῖσι ἄλλοισι σοφοῖσι, οὕτω μιν σῆνον, ἤν δὲ οὐ δοκιμώσητε, μὴ φήγης· ἐμοὶ μὲν γὰρ οὐχω ἠνδανε. ἔστι δὲ οὐχ ἄτρεκπὴ πρηγμάτων, οὐδ' ὑπίσχομαι τάλγηθὲς εἰδέναι, ὅσσα δ' ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρή νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νόσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινὰ ἱητρῶν οὔτε τοὺς ἑταίρους ἐσίεμην, προσεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοισι ὁκοῖόν τι εἴη, διείς δάκτυλον ἐκ τῆς κληθόρης ἔδειξ' ἂν ὡς ἔβρουν τοῦ κακοῦ. καὶ προσέιπα αὐτοῖσι ἥκειν ἔς τὴν ὕστεραίην ἐπὶ τὰς Φερεκύδεω ταρὰς.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
