# Epistulae 555.4

Aristaenetus, Epistulae, 555.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/555.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/555.4

β'. Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαί-ρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἂν' ἐμεινόμην τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδὲ-μίαν ἐποιεῖσθε ἐπίστροφην, ὡμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μήκους τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγ-κλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ πάντων δηλῶσαι καθαρώς. (2) πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἀρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς οὐ τοῖς παρανο-μοῦσιν ἐπετιμήσατε, ἀλλὰ τὸν ἀδικοῦμενον εἵρεξάτε δέκα μῆνας· ὅς δ' ἔφερε παρ' ἡμῶν ἐπιστολάς, ἀνέ-γνωστε ἐπὶ τοῦ βήματος. ἔπειτα Θασίων ὑποδεχομέ-νων τὰς Βυζαντίων τριήρεις καὶ τῶν ληστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθῶν διαρ-ρήδην λεγουσῶν, πολεμίους εἶναι τοὺς ταῦτα ποιούν-τας. (3) ἐτὶ τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διο-πεῖθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τηρίστασιν ἐξηθροποδίσσατο, τὴν δὲ προσεχῇ Θράκην ἐπόρθησε, τέλος δὲ εἰς τοῦτο ἦλθε παρανομίας, ὥστε Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευ-τὴν συλλαβὼν καὶ τὰς ἐχθράς ἀνάγκας ἐπιθεὶς ἀπε-λὺρωσε ταλαίντων ἐννέα· καὶ ταῦτα τῷ δήμῳ ἐγδο-κούντα ἐποίησεν. (4) καὶ τοῦτο τὸ παρανομεῖν εἰς χήρυκας καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ, καὶ μάλιστα ὑμῖν. Μεγαρέων γοῦν Ἀνθεμοκρίτον ἀνε-λόντων εἰς τοῦτο ἐλήλυθεν ὁ δῆμος, ὥστε μυστηρίων

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
