# Epistulae 561.1

Aristaenetus, Epistulae, 561.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/561.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/561.1

ἡύξησε. μηδὲν οὖν ἀνάξιον τοῦ γένους καὶ τῆς πρὸς ἡμᾶς εὐνοίας φρόνει. ἐτι δὲ καὶ τῆς περὶ τὸν βίον κοσμιότητος ἀντέγρου, καὶ πράττε πάντα Φιλίππου μὲν ἀξια, Ὀλυμπιάδος δ' οὐχ ἀλλότρια. ὁ γὰρ τῆς διανοίας ὄγκος πρὸς τὸ μὴ βλέπειν τι τῶν ἀναγκαίων ὄγκος μὲν κακῶν φθόνος δ' ἀγαθῶν ὑπάρχει· ἄνευ γὰρ νοῦ καὶ συνέσεως οὔθ' αἱ πράξεις ὧνησιν φέρουσι, οὔθ' αἱ δυνάμεις ὠφελιμοι καταστασονται. διὸ δεῖ πρῶτον τὴν χρείαν ἢ τὴν κτῆσιν τῶν ἀγαθῶν σκοπεῖν, καὶ τότε πράττειν τοῖς μεγίστοις καὶ πλείστοις εὐκλήρῃμασι κεχρημένους. τὸ γὰρ μὴ κεκτηθᾶι πλοῦτον βλάβην οὐ κομιζει τηλικαύτην, τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλλυσι τὸν ὧτως πᾶσι κεχορηγημένον βίον. ἔχουσα τοίνυν ταῦτα κατὰ νοῦν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν σκόπει τὸ συμφέρον ταῖς τῆς ἡγεμονίας προσόδοις. οὕτω γὰρ ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν πλείστην καὶ μεγίστην ἐπίδοσιν λήψεσθαι, ὅταν ὁ μὲν οἶκος ἀρετῆς οἰκεῖος ἦ, ὁ δὲ τούτου δεσπότης μὴ δέηται καλοκαγαθίας. τὰ δ' ἄλλα προνοοῦ τοῦ συμφέροντος.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
