# Epistulae 569.9

Aristaenetus, Epistulae, 569.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/569.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/569.9

Ὡς δύσερὶ σοι καὶ φιλονεικον τὸ κάλλος ἀμελούμενον μᾶλλον ἄνθει, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν πολυωρίας μὴ χρήζοντα. οὐγ ἵππον ἀναβαίνεις, οὐκ ἐς παλαιίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλ᾽ αὐχμηρὸς πέρει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηκάτησαι καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἔλκει τῷ λίαν ἀμελουμένῳ, ὥσπερ οἱ βότρυς καὶ τὰ μήλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκόλων καὶ ἡ Ῥέα ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδείς οὐδ᾽ ἀστέρας εἶδε κοσμουμένους οὐδ᾽ ὄρνιθας, οὐδ᾽ ἵππους τις καλλωπίζων χρυσῷ ἢ ἐλέφαντι λανθάνει λυμαινόμενος τοῦ ζῴου τὸ γαῦρον.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
