# Epistulae 570.2

Aristaenetus, Epistulae, 570.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/570.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/570.2

xxv. Γυναικὶ τινί. Τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους: καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσω καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. ὁ μὲν οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, ὃ τὸ ἐδραῖον ἀνάγῃ προέσταιν, ὁ δὲ ξένος ἔοικε τοῖς ἀδυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἀστροῖς καὶ Ἑρωτῖ, ὅν ὧν κάγω πτηνὸς γενομένος δεῦρὸ ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι. μὴ μου τῆς ἱκεσίας ὑπερίδης. οὐδὲ γὰρ τὸν Πέλοπα ἢ Ἱπποδαμία ἡτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδ᾽ ἡ Ἑλένῃ τὸν δι᾽ αὐτὴν παρῆντα, οὐδ᾽ ἡ Φύλλις τὸν ἐκ Θαλάττης ** οὐδ᾽ ἡ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτόντα. (2) ἤδεσαν γὰρ ὡς παρὰ μὲν τῶν ἐγχορίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κάγω τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους: οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλθομεν, ἀλλὰ αὐτὰ πρὸς ἡμᾶς κατέλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέχμεθα ἡδέως, ὡς τὴν τῶν ἀστρῶν οἱ πλέοντες. εἰ δ᾽ ἐμοὶ τὸ ξένον εἶναι οὐ γίνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώλυμα ἔστω πρὸς τὸ ξυνεῖναι τοῖς ἐρωσιν ταχὺ γ᾽ ἂν φυγάδα εἴλου νυμφίον, ὥσπερ Ἀδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποίησατο ἐπὶ τῆς βασιλείας τὴν ἐκτισιν. μὴ λακωνίζε, ὦ γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον ξενηλασίαν γὰρ ἔρως οὐκ ἔχει.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
