# Epistulae 573.2

Aristaenetus, Epistulae, 573.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/573.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/573.2

λη'. Τῇ αὐτῇ. Ὁ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἰ καὶ θρασεῖα καὶ εὐκόλος, τοῦτο μάλιστα ἐγὼ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὀρνίθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ἄρα κρατοῦσα ὑψηλὸν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρθένος. καὶ γεωργοῖς παρέχεις σεαυτήν· ἡ δ' Ἑλένη καὶ ποιμέσι καὶ κιθαρωδοῖς. μηδὲ δούλων καταφρονήσης, ἵνα κἂν διὰ σὲ δοκοῦσιν ἐλεύθεροι. ἀλλὰ μηδὲ ναυτῶν. ταχέως μὲν ἀπίασιν, ἀλλ' ὁ Ἰάσων οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάσσης. οὔτε γὰρ πῦρ θερμὸν οὔτως ὡς σοὺ τὸ ἄσθμα, οὔτ' αὐλὸς ἤδὺ ἀκούσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
