# Epistulae 580.8

Aristaenetus, Epistulae, 580.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/580.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/580.8

οδ'. Ἰουλίᾳ Σεβαστῇ. Οὐδ' ὁ θεσπέσιος Πλάτων τοῖς σοφισταῖς ἐδάσκαχεν, εἰ καὶ σφόδρα ἐνίος δοκεῖ τούτο, ἀλλὰ φιλοτίμως πρὸς αὐτοὺς εἶχεν, ἐπειδὴ διερωτῶν θέλγοντες μικρὰς τε καὶ μεῖζους πόλεις τὸν Ὀρφέως καὶ Θαμύρου τρόπον, τοῦ δὲ βασκαίνειν ἀπεῖχε τοσούτον, ὅσον φιλοτιμία φθόνου· φθόνος μὲν γὰρ τρέχει τὰς μοχθηρὰς φύσεις, φιλοτιμία δὲ τὰς λαμπρὰς ἐγείρει, καὶ βασκαίνει μὲν τις τὰ μὴ ἑαυτῷ ἐρικότα, ἢ δ' ἀμείνον ἢ μὴ χείρον διαθήσεται, φιλοτιμεῖται πρὸς ταῦτα. ὁ γοῦν Πλάτων καὶ ἐς τὰς ἰδέας τῶν σοφιστῶν ἵσταί, καὶ οὔτε τῷ Γοργίᾳ παρίησι τὸ ἑαυτοῦ ἀμείνον γοργιάζειν, πολλὰ τε κατὰ τὴν Ἰππίου καὶ Πρωταγόρου ἤκω φθέγγεται. (2) ζηλωταὶ δ' ἐγένοντο ἄλλοι μὲν ἄλλων· καὶ γὰρ δὴ καὶ ὁ τοῦ Γρύλλου φιλοτιμεῖται πρὸς τὸν τοῦ Προδίκου Ἡρακλέα, ὁπότε ὁ Πρόδικος τὴν κακίαν καὶ τὴν ἀρετὴν ἄγει παρὰ τὸν Ἡρακλέα καλοῦσας αὐτὸν ἐς βίου αἵρεσιν. Γοργίου δὲ θαυμασταὶ ἦσαν ἀριστοὶ τε καὶ πλείστοι· πρῶτον μὲν οἱ κατὰ Θετταλίαν Ἕλληνες, παρ' οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἕλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεοῦ βαλίδος. λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γοργιαν ὀρθᾶι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀρρῶν παρ' αὐτοῦ κεκτημένοι, μεταποιούντες δ' αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ' εὐγλωττίας, ὁ δ' ὑπὸ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
