# Epistulae 584.1

Aristaenetus, Epistulae, 584.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/584.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/584.1

ΠΕΙΣΙΣΤΡΑΤΟΥ ΕΠΙΣΤΟΛΗ. Σόλωνι. Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθύμη· οὔτε οὐ προσήκον μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἀ ὁμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει ἀφεῖλοντο. τὰ τε ἄλλα ἀμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους, ἀλλὰ καθ' ὅ τι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις ἐπιτρέπω πολιτεύειν. καὶ ἀμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· οὐχ ἐγὼ γὰρ οὐδένα ὑβρίζειν, καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι ταξιώματος καὶ τῆς τιμῆς, ὁποία δὲ καὶ τοῖς πρόσθεν βασιλεύσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὐτοῦ κλήρου δεκάτην, οὐχ ἐμοί, ἀλλ' ὁπόθεν ἔσται ἀναλοῦν εἰς τε θυσίας δημοτελεῖς καὶ εἰ τὸ ἄλλο τῶν κοινῶν καὶ ἤν πόλεμος ἡμᾶς καταλάβῃ. σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν· εὖνoία γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθoς ἐμήνυσες, ἕτι τε ἀμαθία τῆς ἀρχῆς, ὁποία τινα ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχoυ καθισταμένου, οὐδ' ἐφυγες. ἐπάνυθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ ἀχhρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου· ἵσθι γὰρ μηδ' ἄλλον τινα πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἶναι, ἕστη ἂνὰ πρῶτους· οὐ γὰρ τι ἐν σοὶ ἔνoρῶ δoλερὸν ἢ ἀπίστον· εἰτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράφεται. ἡμῶν δὲ οὐνεχα μὴ ἐστέρησο τῆς πατρίδος.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
