# Epistulae 586.1

Aristaenetus, Epistulae, 586.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/586.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/586.1

ΠΛΑΤΩΝΟΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Δίων Διονυσίῳ εὖ πράττειν. (309) Διατρίβας ἐγὼ παρ' ὑμῖν χρόνον τοσοῦτον καὶ διοικῶν τὴν ὑμετέραν ἀρχὴν πεπιστευμένος πάντων μάλιστα, τὰς ὠφελείας ὑμῶν λαμβανόντων, τὰς διαβολὰς δυσχερεῖς οὐσας ὑπέμενον· ἤδη γὰρ ὅτι τῶν ὁμοτέρων οὐδὲν ἐμοῦ συνεθέλοντος ὑμῖν δόξει πεπράχθαι· πάντες γὰρ οἱ συμπολιτευόμενοι μεθ' ὑμῶν ὑπάρχουσί μοι μάρτυρες, ὧν ἐγὼ πολλοῖς συνηγωνισάμην, ἀπολύσας αὐτοὺς οὐ σμικρὰς ζημίας. αὐτοκράτωρ δὲ παλλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας ἀπεπέμφων ἀτιμότερον ἢ πταιγὸν ὑμῶν ἀποστελλόντων προσήκει καὶ κελευόντων ἐκπλεύσαι, τοσοῦτον πάρ' ὑμῖν διατριβάντα χρόνον. ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύσομαι τὸν λοιπὸν τρόπον ἀπανθρωπώτερον, σὺ δὲ τοιοῦτος ὧν τύραννος οἰκήσεις μόνος. τὸ δὲ χρυσίον τὸ λαμπρόν, ὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπιστολὴν φέρων· οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γ' ἤν ἱκανόν οὔτε πρὸς τὸν ἄλλον βίον ἐμφέρον, ἀδοξίαν δὲ πλείστην μὲν τῷ δίδοντι σοὶ παρασκευάζων, οὐ πολλῷ δὲ ἐλάττω κάμωι λαμβάνοντι. διόπερ οὐ λαμβάνω. σοὶ δ' οὐδὲν διαφέρει δῆλον ὅτι καὶ λαβεῖν καὶ δύναμι τοσοῦτον, ὥστε κομισάμενος ἄλλον τινὰ τῶν ἐταίρων θεραπεύσον ὥσπερ ἐμέ· καγὼ γὰρ ἱκανῶς ὑπὸ σοῦ τεθεράπευμαι. καὶ μοι τὸ τοῦ Εὐριπίδου κατὰ καιρὸν ἔστιν εἰπεῖν, ὅτι σοι πραγμάτων ἄλλων ποτὲ ἑμπεσόντων

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
