# Epistulae 595.2

Aristaenetus, Epistulae, 595.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/595.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/595.2

e' Πλάτων Περδίκκᾳ εὖ πράττειν. Εὐφραίῳ μὲν συνεβούλευσα, καθάπερ ἐπέστειλες, τῶν σῶν ἐπιμελούμενον περὶ ταῦτα διατρίβειν· δίκαιος δ’ εἰμὶ καὶ σοὶ ξενικὴν καὶ ἱερὰν ὁμολογίαν λεγομένην ὁμολογίαν περὶ τε τῶν ἄλλων ὧν ἂν φράγῃς καὶ ὡς Εὐφραίῳ δεῖ τὰ νῦν χρήσθαι. πολλὰ μὲν γὰρ ὁ ἄνθρωπος χρήσιμος, μέγιστον δὲ οὗ καὶ σὺ νῦν ἐνδεῖς εἶ διὰ τε τὴν ἡλικίαν καὶ διὰ τὸ μὴ πολλοὺς αὐτοῦ περὶ ὁμολογίας εἶναι τοὺς νέους. ἐστὶ γὰρ δή τις φωνὴ τῶν πολιτειῶν ἑκάστης καθάπερ τινων ζώων, ἄλλῃ μὲν δημοκρατίας, ἄλλῃ δ’ ὀλιγαρχίας, ἢ δ’ αὖ μοναρχίας. ταύτας φαίεν μὲν ἂν ἐπιστάσθαι πάμπολλοι, πλεῖστον δ’ ἀπολείπονται τοῦ κατανοεῖν αὐτὰς πλὴν ὀλίγων δή τινων. ἥτις μὲν ἂν οὖν τῶν πολιτειῶν τὴν αὐτῆς φθέγγηται φωνὴν πρὸς τε θεοὺς καὶ πρὸς ἀνθρώπους, καὶ τῇ φωνῇ τὰς πράξεις ἐπομένας ἀποδίδῃ, θάλλει τε ἀεὶ καὶ σώζεται, μιμουμένη δ’ ἄλλην φθείρεται. πρὸς ταῦτ’ οὖν Εὐφραΐῳ σοι γίγνοιτ’ οὐχ ἥκιστα ἂν χρήσιμος, καίπερ καὶ πρὸς ἄλλα ὧν ἀνδρεῖος· (332) τοὺς γὰρ τῆς μοναρχίας λόγους οὐχ ἥκιστ’ αὐτὸν ἐλπίζω συνεξευρήσειν τῶν περὶ τὴν σὴν διατριβὴν ὧντων. εἰς ταῦτ’ οὖν αὐτῷ χρώμενος ὠνήσει τε αὐτὸς καὶ ἐκεῖνον πλεῖστα ὠφελήσει. ἐὰν δὲ τις ἀκούσας ταῦτα εἴπῃ, Πλάτων, ὡς δοκεῖ, προσποιεῖται μὲν τὰ δημοκρατικά ὁμολογίαν εἰδέναι, ἐξὼν δ’ ἐν τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ βέλτιστα οὐ πώποτε ἀναστὰς ἐφθέγξατο, πρὸς ταῦτ’ εἰπεῖν, ὅτι Πλάτων οὐδ’ ἐν τῇ πατρίδι γέγονε καὶ τὸν δῆμον κατέλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἐμπροσθεν πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου ὁμολογίᾳ πράττειν· ἐπεὶ πάντων ἂν ἤδιστα καθάπερ πατρὶ συνεβούλευεν αὐτῷ, εἰ μὴ μάτην μὲν κινδυνεύσειν ἤστο, πλεῖον δ’ οὐδὲν ποιήσειν. ταῦτόν δὲ οἶμαι δράσαι ἂν καὶ τὴν ἐμὴν ὁμολογίαν. εἰ γὰρ δοξάζομεν ἀνάγκας ἔχειν, πολλὰ ἂν χαίρειν ἡμῖν εἴποι ἔκτος ἂν γίγνοιτο τῆς περὶ ἐμὲ καὶ τὰ ἐμὰ ὁμολογίας. εὐτύχει.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
