# Epistulae 607.1

Aristaenetus, Epistulae, 607.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/607.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/607.1

οἱ οὖν ἐπεισα ὥπη δὴ ποτ᾽ ἐδυνάμην Διονύσιον ἀφεῖναί με, εἰρήνης δὲ γενομένης, ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ, ξυμμελογορήσαμεν ἀμφοτέρω. Διονύσιος μὲν ἔφη μεταπέμψεσθαι Δίωνα καὶ ἐμέ, πάλιν καταστήσασινος τὰ περὶ τὴν ἀρχὴν ἀσφαλέστερον ἑαυτῷ, Δίων δὲ ἤξίου διανοεῖσθαι μὴ φυγὴν αὐτῷ γενομένην τότε, μεταστάσιν δέ· ἐγὼ δ᾽ ἤξίων ὁμολόγησα ἐπὶ τούτοις τοῖς λόγοις. γενομένης δὲ εἰρήνης μετεπέμπετ᾽ ἐμέ, Δίωνα δὲ ἐπισχεῖν ἐπὶ ἑνιαυτὸν ἔδειτο, ἐμὲ δὲ ἤκειν ἐκ παντὸς τρόπου ἤξίου. Δίων μὲν οὖν ἐκέλευε τέ με πλεῖν καὶ ἔδειτο· καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐν Σικελίᾳ, ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγωνὼς τὰ νῦν, ὅθεν ὁ Δίων συντεταγμένος ἐδεῖτο ἡμῶν τῇ μεταπεμπίμει μὴ ἀπειθεῖν. ἐγὼ δὲ ἤδη μέν που κατὰ τὴν φιλοσοφίαν τοῖς νέοις πολλὰ τοιαῦτα γιγνόμενα, δμως δ᾽ οὖν ἀσφαλέστερόν μοι ἐδοξε χαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἔαν, καὶ ἀπηγόμην ἀμφὼν ἀποκρινάμενος ὅτι γέροντὰ τε εἶν καὶ κατὰ τὰς ὁμιλογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων. ἔοικε δὴ τὸ μετὰ τοῦτο Ἀρχύτας τε παρὰ Διονύσιον ἀφικέσθαι (ἐγὼ γὰρ πρὶν ἀπιέναι ξενίαν καὶ φιλίαν Ἀρχύτα καὶ τοῖς ἐν Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον, ἄλλοι δὲ τινες ἐν Συρακούσαις ἦσαν Διωνός· τὲ ἄπτα διαχκοῦτες καὶ τούτων τινὲς ἄλλοι, παραχουσμάτων τινῶν ἐμμεστοι τῶν κατὰ φιλοσοφίαν, οἱ δοκοῦσί μοι Διονυσίῳ πειράσθαι διαλέγεσθαι περὶ τῶν τοιούτων, ὡς Διονυσίου πάντα διαχχοῦτος ὅσα διενούμην ἐγώ. ὁ δὲ οὔτε ἄλλως ἐστὶν ἀρὺς πρὸς τὴν τοῦ μαθάνειν δύναμιν φιλότιμός τε θαυμαστῶς. ἥρεσκε δὲ οὖν ἴσως αὐτῷ τὰ λεγόμενα, ἡσχύνετό τε φανερὸς γιγνόμενος οὐδὲν ἀπὴχούσε δτ᾽ ἐπεδήμουν ἐγώ, ὅθεν ἄμα μέν εἰς ἐπιθυμίαν ἦλθε τοῦ διακούσαι ἐναργέστερον, ἄμα δ᾽ ἡ φιλοτιμία κατήπειγεν αὐτόν. δι᾽ ἄ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω βηθείσι λόγοις. ἐπειδὴ οὖν οἴκαδέ τε ἐσώθην καὶ καλοῦντος το δευτέρον ἀπηρνήθην, καθάπερ εἶπον νῦν δὴ, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι, μὴ ποτὲ τισι δοξάιμε καταφρονῶν αὐτοῦ, τῆς φύσεώς τε καὶ ἐξεως ἄμα καὶ τῆς διαίτης ἐμπειρος γεγωνός, (339) οὐκέτ᾽ ἐθέλειν δυσχεραίνων παρ᾽ αὐτὸν ἀρκεῖσθαι. δίκαιος δὴ λέγειν εἰμὶ τάληρὲς καὶ ὑπομένειν, εἰ τις ἀρα τὰ γεγονότα ἀκούσας καταφρονήσει τῆς ἐμῆς φιλοσοφίας, τὸν τύραννον δὲ ἡγήσεται νοῦν ἔχειν. ἐπεμψα μέν γὰρ δὴ Διονύσιος τρίτον ἐπ᾽ ἐμὲ τριήρη ῥασιτώνης δνεκα τῆς πορείας, ἐπεμψε δὲ Ἀρχέδημον, ὃν ἤγειτό με τῶν ἐν Σικελίᾳ περὶ πλεῖστου ποιέσθαι, τῶν Ἀρχύτα ξυγγενωκότων ἕνα, καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίᾳ· οὗτοι δὲ ἡμῖν ἠγγέλλον πάντες τὸν αὐτὸν λόγον, ὡς θαυμαστὸν ὅσον Διονύσιος ἐπιδεδοκώς εἴη πρὸς φιλοσοφίαν. ἐπεμψε δὲ ἐπιστολὴν πάνυ μακρὰν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὐ Διωνος πρόθυμιαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν· πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
