# Epistulae 624.2

Aristaenetus, Epistulae, 624.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/624.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/624.2

(362) Tò δὲ μετὰ ταῦτα λέγω περὶ τῶν σῶν αὐ χρημάτων τῶν Ἀθηναίων τῆς ἀναλώσεως, ὅτι πρῶτον μὲν ἐὰν τι δέῃ ἐμὲ ἀναλίσκειν εἰς χορηγίαν ἢ τι τοιούτου, οὐκ ἐστὶ σοι ξένος οὐδεὶς ὅστις δώσει, ὡς ὁμῶμεθα, ἐπεὶ καὶ ἂν τί σοι αὐτῷ διαφέρῃ μέγα, ὥστε ἀναλωθὲν μὲν ἤδη ὀνησαί, μὴ ἀναλωθὲν δὲ ἀλλ' ἐχρησισθεῖν, ἕως ἂν τις παρὰ σοῦ ἐλθῇ, βλάψαι, πρὸς τῷ χαλεπῷ τῷ τοιούτῳ σοί ἐστι καὶ αἰσχρόν. ἐγὼ γὰρ τὸ ταῦτά γε ἐξήτασα, παρ' Ἀνδρομίδῃ τὸν Αἰγινήτην πέμψας Ἐραστον, παρ' οὗ ἐκέλευες τοῦ ὑμετέρου ξένου, εἰ τι δεοίμην, λαμβάνειν, βουλόμενος καὶ ἄλλα μεῖζονα & ἐπέστελκας πέμψαι. ὁ δὲ ἔπεν εἰκότα καὶ ἀνθρώπινα, ὅτι καὶ πρότερον ἀναλώσας τῷ πατρὶ σου μάλως κομίσαιτο, καὶ νῦν σμικρὰ μὲν δοῖ ἂν, πλείω δὲ οὔ. οὕτω δὲ παρὰ Λεπτίνου ἔλαβον· καὶ τοῦτό γε ἄξιον ἐπαινεῖσθαι Λεπτίνην, οὐχ ὅτι ἔδωκεν, ἀλλ' ὅτι προθύμως, καὶ τὰ ἄλλα περὶ σὲ καὶ λέγων καὶ πράττων ὅ τι σὸς τ' ἢν ἐπιτηδεῖος φανερός ἦν. χρὴ γὰρ δὴ καὶ τὰ τοιαῦτα καὶ τἀναντία τούτων ἐμὲ ἀπαγγέλλειν, ὁποῖός τις ἂν ἕκαστος ἐμοὶ φαίνηται περὶ σέ. τὸ δ' οὖν περὶ τῶν χρημάτων ἐγὼ σοι παρρησιάσομαι· δίκαιον γάρ, καὶ ἄμα ἐμπείρους ἔχων τῶν παρὰ σοὶ λέγω· ἂν. οἱ προσαγγέλλοντες ἐκάστοτέ σοι, ὅ τι ἂν οἴωνται ἀνάλογμα εἰσαγγέλλειν, οὐκ ἐθέλουσι προσαγγέλλειν, ὡς δὴ ἀπεχθόσμενοι. δεῖ σε οὖν αὐτοὺς καὶ ἀνάγκας φράζειν καὶ ταῦτα καὶ τὰ ἄλλα· σὲ γὰρ δεῖ εἰδέναι τε τὰ πάντα κατὰ δύναμιν καὶ κριτὴν εἶναι καὶ μὴ φεύγειν εἶναι καὶ εἰδέναι. πάντων γὰρ ἀριστὸν σοι ἔσται πρὸς τὴν ἀρχήν· τὰ γὰρ ἀναλόγματα ὀρθῶς ἀναλισκόμενα καὶ ὀρθῶς ἀποδιδομένα πρὸς τε τὰλλα καὶ πρὸς αὐτὴν τὴν τῶν χρημάτων κτήσιν καὶ σὺ δὴ φῃς ἀγαθὸν εἶναι καὶ φράσεις. μὴ οὖν σε διαβαλλόντων πρὸς τοὺς ἀνθρώπους οἱ κήδεσθαι σου φάσκοντες· τοῦτο γὰρ οὔτε ἀγαθὸν οὔτε καλὸν πρὸς δόξαν σοι δοκεῖ ὁμῶδολον εἶναι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
