# Epistulae 625.3-5

Aristaenetus, Epistulae, 625.3 to 625.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/625.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/625.3

Περὶ δὲ δή τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολὰς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας ἂν μή, σῆμαι μέν σε μεμνήσθαι, ὅμως δ’ ἄνδὸς καὶ πᾶνυ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ καλοῦντες γράφειν, οὓς οὐ ῥαδίον φανερώς διωθεῖσθαι. τῆς μὲν γὰρ σπουδαίας ἐπιστολῆς θεὸς ἄρχει, θεοὶ δὲ τὰς ἤττον. Οὐ πρέσβεις καὶ ἐδέοντο ἐπιστέλλειν σοι, καὶ εἰκός· πᾶνυ γὰρ προθύμως σὲ πανταχοῦ καὶ ἐμὰ ἐγνώμιζουσι, καὶ οὐχ ἥκιστα Φιλάγρος, ὅς τότε τὴν χεῖρα ἡσθένει, καὶ Φιλαίτης ὁ παρὰ βασιλέως ἦκων τοῦ μεγάλου ἔλεγε περὶ σοῦ· εἰ δὲ μὴ πᾶνυ μακρὰς ἐπιστολὰς ἦν, ἔγραφα ἂν ἂν ἔλεγε. Νῦν δὲ Λεπτίνου πυθάνου ἂν τὸν θώρακα ἢ ἄλλο τι ὧν ἐπιστέλλω πέμψης, ἂν μὲν αὐτὸς τῷ βούλῃ, εἰ δὲ μή, Τηρίλλῳ δός· ἐστι δὲ τῶν ἀεὶ πλεόντων, ἡμέτερος ἐπιτιθείς καὶ τὰ ἄλλα καὶ περὶ φιλοσοφίαν χαρίεις. Τίσωνος δ’ ἐστι κηδεστής, ὅς τότε δὴ ἡμεῖς ἀπεπλέομεν ἐπολιανόμεν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
