# Epistulae 699.2

Aristaenetus, Epistulae, 699.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/699.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/699.2

ε’. Θεανῶ Καλλιστοί. Ταῖς νεωτέρας ὑμῖν ἡ μὲν ἐξουσία παρὰ τοῦ νόμου δέδοται τῶν οἰκείων ἄρχειν ἄμα τῷ γήμασθαι, ἡ δὲ διδασκαλία παρὰ τῶν πρεσβυτέρων ἀπαντῶν ὀφείλει περὶ τῆς οἰκονομίας ἀεὶ παραίνουσι. καλῶς γὰρ ἔχει πρότερον μανθάνειν ἢ μὴ γιγνώσκειν, καὶ τὴν συμβουλήν οἰκειοτάτην τῶν πρεσβυτέρων ἠγεῖσθαι· ἐν τοῖς γὰρ παρθενωτροφεῖσθαι δεῖ νέαν ψυχὴν. ἀρχὴ δέ ἐστιν οἴκου πρώτη γυναιξίν ἀρχὴ θεραπαινῶν. ἐστι δέ, ὦ φίλη, μέγιστον ἐπὶ δουλείᾳ εὐνοία· αὕτη γὰρ οὐ συναγοράζεται τοῖς σώμασιν ἢ κτῆσις, ἀλλ’ ἐξ ὑστερου γεννῶσιν αὐτὴν οἱ συνετοὶ δεσπόται. 2 δικαία δὲ χρήσις αἰτία τούτου, ἵνα μήτε διὰ τὸν κότον χάμυνωσι, μίτες ἀδυνατῶσι διὰ τὴν πείναι· εἰσὶ γὰρ ἄνθρωποι τῇ φύσει. ἐνιαὶ δὲ κέρδος ἀχερδέστατον ἠγοῦνται τὴν τῶν θεραπαινῶν κακοῦχίαν, βαρύνουσαι μὲν τοὺς ἔργους, ὑποστελλόμεναι δὲ τῶν ἐπιτηδείων· εἶτα ὀβολαῖα κέρδη περιποιούμεναι μεγάλας ζημιούται τιμήμασι, δυσνοίαις καὶ ἐπιβουλαῖς κακίσταις. σοὶ δὲ πρόχειρον ἔστω τὸ μέτρον τῶν σιτίων πρὸς τὸν ἀριθμὸν τῆς ἐργουρίας τοῖς ἐφ’ ἡμέραν πόνους. 3 καὶ πρὸς μὲν τὴν δίαιταν οὕτως· πρὸς δὲ τὰς ἀταξίας

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
