# Epistulae 716.2

Aristaenetus, Epistulae, 716.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/716.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/716.2

15 Ἀριστίππου. Τὰ περὶ τῆς τελευτῆς Σωκράτους ἐμάθομεν ἐγὼ τε καὶ Κλεομβρότος, καὶ ὅτι οὐδὲ παρέμενος ὑπὸ τῶν ἕνδεκα διαδράναι ὑπέμεινε, λέγων ὅτι οὐδὲ νῦν μέλλει διαδράσκειν, εἰ μὴ καὶ πρότερον παρὰ τοὺς νόμους ἐσώθη· οὕτω γὰρ ἂν ἂ πατρίς αὐτῷ ὅσον ἐγ’ ἐαυτῷ καταπροδοθείη. ἐμοὶ δὲ ἐδόκει ἀδίκως αὐτὸν ἐμπεσόντα ὁτιδήποτε τρόπῳ σώζεσθαι. δοκῶ μέντοι πάντα τὰ ἐκείνου πρασσόμενα καὶ κακὰ καὶ ἄφρονα δίκαια εἶναι, ὥστε ταῦτα πάλιν μὴ ἐπιμέμφεσθαι ἀμέτρως γεγονέναι. ἐπέστειλας δὲ μοι πῶς ἀνεχωρήσατε πάντες ἀπ’ Ἀθηνῶν οἱ Σωκράτους ἐρασταί τε καὶ φιλόσοφοι, δεδιότες μὴ τι καὶ ἐφ’ ὑμᾶς ἔλθῃ τῶν αὐτῶν, καὶ οὐχ ἐποιεῖτε φλαύρως. καὶ ἡμεῖς οὖν, ὡς ἔχομεν, ἐν Αἰγίνᾳ διατελέομεν ἐπὶ τοῦ παρόντος, εἶτα δὲ παρ’ ὑμᾶς ἀφίξομεθα καὶ εἰ τι ἔχομεν βέλτιον ποιέειν ποιήσομεν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
