# Epistulae 719.2

Aristaenetus, Epistulae, 719.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/719.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/719.2

χβ' Ξενοφῶν Κέβητι καὶ Σιμμία. Ὁ λόγος ὅτι πένθος πλουσιώτερον οὐδὲν ἐστίν. κινδυνεύω γάρ, ὡς ὁρῶ, μὴ πολλὰ ἔχων πολλὰ κεκτηθῆναι δι’ ὑμᾶς τοὺς φίλους, οὓς ἐπιμελεῖσθε ἡμῶν. ποιοῦτε δ’ ἂν εἴ, εἰ, ὅταν ὑμῖν περὶ τοῦ γράψω, πέμπουτέ μοι. τῶν δὲ συγγραμμάτων οὕτω τι εἶχον τοιούτων, ὥστε καὶ ἄλλοις θάρσειν δεικνύναι δόξα ἐμοῦ, ὡς παροῦσιν ὑμῖν ἐνδον ἐν τῷ οἴκῳ, ἔνθα Εὐκλείδης κατέκειτο, ἀμείνως ἐλέγχοινον. οἴδατον δὲ δή, ὦ φίλοι, ὡς οὐχ οἷόν τε ἀναλαβεῖν ἐστὶ τὸ ἀπαξ ἐλθόν εἰς τοὺς πολλοὺς γράμματα. (2) Πλάτων μὲν γὰρ δύναται τὴ μέγα καὶ ἅπαν τοὺς λόγους, ὅθεν ἥδη καὶ περὶ Ἰταλίαν θαυμάζεται καὶ περὶ Σικελίαν πᾶσαν, ἡμεῖς δὲ μόλις οἶμαι ἑαυτοὺς πειθόμεν ὡς ἀξία ταῦτα σπουδῆς τινός. καὶ οὐχ ὅτι ἐμοὶ μέλει μὴ διαπίπτειν περὶ τῆς δόξης τῆς περὶ τὴν σοφίαν, ἀλλὰ περὶ Σωκράτους φροντιστέον μὴ ἐν ἐμοὶ κινδυνευθῇ τὴν ἐκείνου ἀρετὴν κακῶς εἰπόντι ἐν τοῖς ἀπομνημονεύμασιν. οὐδὲν τε οἶμαι διαφέρειν ἢ βλασφημεῖν τινὰ ἢ μὴ ἀξία δοκεῖν συγγράφειν τῆς ἀρετῆς, περὶ ὅτου συγγράφει τις. τὸ δέος οὖν τοῦτο ἔστιν, ὅγε νῦν ἡμᾶς ἔχει, ὦ Κέβης τε καὶ Σιμμία, εἰ μὴ τι ἕτερον δόξει ὑμῖν αὐ πάλιν περὶ τούτων. ἔρρωσθον.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
