# Epistulae 719.4

Aristaenetus, Epistulae, 719.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/719.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/719.4

χγ' Αἰσχίνης Φαίδωνι. Ὅποτε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενος μὲν τῆς δεξιᾶς παραγρήμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διονύσιον, καὶ φασιν αὐτῷ « ὦ Διονύσιε, εἰ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσῃ, ἂρ’ οὗτος οὐχὶ κακὰ σε ἐργάζεται; » εὐθέως ὁμολογεῖ ὁ Διονύσιος. « τί οὖν » ἔφη ὁ Ἀριστίππος « αὐ τοῦτον ἂν ἐργάσαι; » « τὰ κάκιστα γε » ἔφη. « τί δ’ εἰ τις » ἔφη « ἀφίκοιτο φρόνιμόν σε ποιήσει, ἂρὰ γε οὗτος ἂν ἀγαθὰ σε ἐργάζοιτο; » πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου « καὶ μὴν » ἔφη « οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἤκει φρόνιμόν σε ποιήσει, ὥστε καὶ ἀγαθὰ σε ἐργάζοιτο· εἰ δὲ ταῦτα δικαίως, ἄτινα ὁμολογήσας μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις. » (2) χαίρῶν ὑπολαβὼν ἔφη « ὦ Διονύσιε, ἐταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀριστίππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ τοσαύτη ἐστὶ σοφία, ἀλλ’ ὁποσὴ μὴ ἀδικησαί τινα ἐν τῇ συνουσίᾳ. » ἀγόμενος δὲ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀριστίππον ἐπαίνειν [τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἄτινα ὁμολόγησεν ἐν τῷ πρὸς Ἀριστίππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλδεῖν

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
