# Epistulae 723.1

Aristaenetus, Epistulae, 723.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/723.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/723.1

ὑπεροπτικὴ παντὸς οὖσα τοῦ πλείονος. οὐ γὰρ δὴ ἐκεῖνοι τοσοῦτόν σε ἀδικήσαιεν ἂν, ὥστε σε ἐνδεᾶ γενέσθαι. οἱ δύο μὲν γὰρ σοι κῆποι μένουσιν ἱκανοὶ ὄντες καὶ πολυτελεῖ βίῳ, τὸ δ' ἐν τῇ Βερενίκῃ κτῆμα καὶ μόνον καταλειφθὲν πρὸς ἀρίστην διαγωγὴν οὐχ ὑπολείψει. (3) τῶν μικρῶν ἁμὰς οὐ παρακελεύομαι καταφρονεῖν, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι ἔνθα οὐδὲ ἐπὶ μεγάλοις χαλὼν ἡ ὀργή. εἰ δὲ μου διαλυθέντος ὑπὸ τῆς φύσεως ποιήσαι ἐμὸν βούλημα ζητεῖς, ὡς ὅτι κράτιστα παιδεύσασα τὸν Ἀριστίππον Ἀθῆναζε χώρει, Ξανθίππην τε καὶ Μυρτὼ πρὸ πάντῶς ποιοῦμένη, αἳ με πολλάκις ἐλπίτῃρουν ἐπὶ μυστηρίᾳ σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ' ἂν ἐθέλωσιν ἀδικεῖν (σὲ γὰρ οὐκ εἰς τὸ φυσιχὸν τέλος ἀδικήσουσι), πειρῶν δὲ μετὰ Ξανθίππης καὶ Μυρτὼ τοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλεῖον διὰ τὴν ἐκείνων φιλίαν σεαυτὴν στέλλουσα· κεῖθι γὰρ τὸ σοβαρὸν οὐκ ἐπιχώριον. (4) εἰ δ' ἕλθοι θάττον ἄμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, δὲ ἐν Μεγάροις ὁμιλεῖ μοι, ποιήσεις· ἀρίστα κοινωνομένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώτερον τοῦ τέκνου τιμῶσα. ὁῆλὼ δὲ τέκνον εἰ μηκέτι τρέφειν βούλει διὰ τὸ πολλάκις ἀνίσταθαι ἐπὶ παιδοτροφία τὸ τῆς Εὐβοΐδος θυγάτριον * *, ὅ ἧλ ἐλευθέρας ἦγες, ἐμοὶ τε χαρίσεσθαι βουλομένη ἐπὶ τῷ τῆς μητρὸς ὑπὲρὸς ὀνόματι· καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα. πρὸ πάντῶς δὲ ἐπισκήπω σοι τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἀξίος ἡμῶν καὶ φιλοσοφίας· ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως χρησνομιαν· τάλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους. (5) περὶ φιλοσοφίας δὲ οὐδὲ ἐν μοι γέγραψας, ὅτι ταύτην σοὺ τις ἀφῃρῆται. μέγα οὖν, ὦ ἀγαθὴ γύναι, χαῖρε ἐπὶ τῷ πλουτεῖν πλοῦτον τὸν ὑπὸ σοὶ κείμενον καὶ ταύτην ποιεῖν τοῦτον τὸν υἱόν, ὃν ἐδούλομην μὲν αὐτὸς ἤδη ἐμὸν υἱὸν εἶναι· ἐπειδή δὲ ἀναλῦω μὴ ἐμπλησθεὶς αὐτοῦ, πέποιθα καὶ σοί, διότι τὴν αὐτὴν ἀξείας πορείαν τὴν συνήθῃ ἀγαθοῖς ἀνδράσιν. ἔρρωσο καὶ περὶ ἡμῶν μὴ ἀγανάκτει.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
