# Epistulae 725.1

Aristaenetus, Epistulae, 725.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/725.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/725.1

ἡναι κακοῦργους καὶ παρανόμους, Ἰπποκόωντα μὲν ἐν Σπάρτῃ τύραννον, Ἄλκυονέα δὲ ἐν Παλλάγῃ, καὶ Σπάρτην μὲν Τυνδάρεω, Ποτιδαίαν δὲ καὶ τὴν ἄλλην Παλλάγην Σιθῶνι τῷ Ποσειδῶνος παραχαταθέσθαι, καὶ τὴν μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακλειδῶν καθόδους ἀπολαβεῖν, Παλλάγην δὲ Ἐρετριεῖς καὶ Κορινθίους καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιοὺς Ἡρακλειδῶν οὖσαν κατασχεῖν. 7 τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτίδας τυράννους Τιμῶλον καὶ Ἠλέγονον ὡς Ἡρακλῆς ἀνέλοι καὶ περὶ Ἀμβρακίαν Κλειδῶν καὶ τοὺς Κλειδῶν παῖδας ἀποκτεῖνας Ἀριστομάχω μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προσταξέειν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατέωκισαν, Λαοδίκη δὲ καὶ Χαράττῃ τὴν Ἀμβρακικὴν χώραν ἐγγεμίσαιεν, αἰτίων ἀποδοῦναι τὰς παραχαταθήκας τοῖς ἀπ’ αὐτοῦ γινομένοις. ἀλλὰ μὴν καὶ τὰς ὑπογείους Ἀλεξάνδρου τῆς Ἡδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασι. 8 καὶ ταῦτά ἐστιν οὐ πρόφασις Ἰσοκράτους, οὐδὲ ὀνομάτων φόρος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὀφελεῖν. ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων ὅθλος εἰ σπουδάζων, ἐδουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τὶνα τρόπον πρώτων οἱ Ἀμφικτύονες συν-έστησαν καὶ πῶς ὅντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος, Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρι-σαῖοι δὲ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνηρέθησαν. οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφρηθή-σαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίοις σὲ φησι μεμιμηθόθαι καὶ λαβεῖν ἄθλον Πυθίος τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους. 9 ὧν δὲ τὰ παλαιὰ κινῶνς καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν λέγει νῦν οὐτε τὰς ἀρχαίας πράξεις οὔτε τὰς ὑπὸ σοῦ νῦνστι διαγωνι-σθείσας, οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύ-θευκε. καίτοι δοκεῖ τὰς μὲν οὐκ ἀγνοεῖν, τὰς δὲ οὐκ εἰδέναι, τῶν δὲ ἐπιλελησθαι. πρὸς δὲ τούτους ἐπὶ πράξεις σε δικαίως προκαλῶν ὁ σοφιστὴς τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν ἐν παραδείγ-ματι δεδήλωκε, τὰ δὲ μεῖζω καὶ καλλίω πράγματα τῷ πατρὶ σου πρηχθέντα παρέλιπεν. 10 Ἀλκιβιάδης μὲν γὰρ ἐπ’ ἀσεβεία φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τῶν αὐτοῦ κακῶς ποιήσας εἰς αὐτὴν κατέλθεν, Ἀμύν-τας δὲ ὑπὲρ βασιλείας στάσει νικήθεις βραχὺν χρόνον ὑποχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἥρξεν, εἴθ’ ὁ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασε. παρήνεγκε δὲ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσήκόν σοι τ.λὸς ἀσεβestatatos ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μι-μήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. καὶ φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεία καὶ γνωρίμα τὰ παραδείγματα φέ-ρειν, ὁλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίους καὶ τοῖς αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
