# Epistulae 729.2

Aristaenetus, Epistulae, 729.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/729.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/729.2

λγ' Βούλομαί σοι μετὰ παιδιᾶς παρρησιάσασθαι, ἐπειδὴ καὶ σὺ περὶ ἐμοῦ προεισέδβληκας τῷ τρόπῳ τούτῳ. λέγω δὴ σοι εὔ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν. ἀλλὰ τῷ μὲν ἡδεσθαι τῷ Λασσένειᾳ καὶ Σπευσίππῳ χρήται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χείρας καὶ πόδας ἔχων, μᾶλλον δὲ τοῦ Βριάρεω, ἐὰν σοι Φιλιστίων ὁ ἰατρὸς ἀρίχῃται. καὶ τὰλλα, ὅσα ἐπὶ τῷ Γαρῶτα, περὶ οὗ σὺ εὐμαρῶς ἄτε σοφὸς ὢν ἐξηπατήθης ὡς ἔγνω ὄνυμασα· ἄτε γὰρ οἶμαι ἐν τῷ ἡπατὶ τῆς Ἑλλάδος κατοικοῦντά σε οὐδὲν λῆληθε. συνήδομαι δὲ τοῖς Ἀθηναίοις, εἰ μὴ ἀνάγκη αὐτοῖς ἔσται τὸν σοφιστὴν σοφὸν καλεῖν, μηδὲ τοὺς θεοῖσιν ἐχθροὺς, νεκροῖσι δὲ φίλους τιμᾶν, μηδὲ τὰ περὶ τοῦ ἀγαθοῦ φενακίσματα θαυμάζειν, μηδὲ τὸ ἁμαξίων θεωρεῖν, ἐφ' ᾧ σὺ ἐκπορεύῃ. καὶ εἰ μὴ ἀποπορεύῃ, ὅπως μὴ τὰς θύρας ἐμπίπρης τῶν γειτόνων, μηδὲ καταδεῖξῃς τὴν τῶν σατύρων σοφίαν, ἣν πρὸς ἐμέ ποτε συμπίνων ἐν Ἰταλίᾳ ἐπηγγέλλου, μηδὲ ὅτι δένδρα μὲν ἅπαντά ἐστιν, ἕτερον δὲ συκὴ καὶ μυρρῖνη καὶ δάφνη, ἐφ' οἷς μέγα φρονοῦσιν οἱ τρισάθλιοι. ἤδη γὰρ ἐνθουσιάζω τε καὶ ἐπισκοπῶ τὸ θεῖον ὡς δίκαιον κακὸν ἐπράχθτο. χέλευσον δὲ μοι Πολύξενόν τε καὶ τοὺς ἑταίρους καὶ τὰ γραῖδια καὶ τοὺς νομεῖς γράψαι

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
