# Epistulae 835.1

Aristaenetus, Epistulae, 835.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/835.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/835.1

ΘΕΜΙΣΤΟΚΛΕΟΥΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Αἰσχύλ. Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταῖρειν διεγνώκει-μεν, ὡς ἐν Δελφοῖς, ἐφ' ὅσον δοκεῖ Ἀθηναίοις, βιωσόμενοι· καθ' ὅδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυχά-νουσι Νικίας καὶ Μελέαγρος, δ' τε οὐ πρὸ πολλοῦ Ἀθήνησι διατρίβας Εὐκράτης. καὶ περιστάντες ὡς ἡσθοντο πυθανόμενοι τοῦ ἐξωστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔ-γνωσαν ὅτι εἰς Δελφοὺς ὁρμῆμαι καταῖρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἠχάλειν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι μὲν ἑαυτοὺς ἔφασχον εἰ μὴ ἐπιτῆδειοι ὑπελήφθησαν αὐτοῖ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύρουντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλείστον βιώ-σειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοῖην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ ἤσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευταῖον δὲ ἐδεόντο μὴ σφὰς κατακρίνε-σθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γενομέ-ναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντή-σεως, Νεοκλέα τε πάλιν προσφέροντες καὶ ὡς ἄξιον εἶη πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμδίῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν ψυχὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσο-μεν οὐδὲ ἄρχεσθαι βουλομένοι Ἀργείων· ἀγανακτοῦσι γὰρ ὡς ἀδικοῦμενοι, ἣν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἐβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἄρχει αὐτῶν ἐν ὄντι ἀπολελαυ-χέναι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
