# Epistulae 844.2

Aristaenetus, Epistulae, 844.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/844.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/844.2

6. Καλλία. Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκείνως πολλὰ σε ἔφη ζηλῶσαι τοῦ πλοῦτου. καίτοι μακρὸν ἀμείνον ἦν, ὃ πάντες εὐχονται σφίσιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κάκεινον ἀπαξέσθαι, ἢ γυνὲς ἐχθαίρουσι καὶ ἄπαρατα ἠγοῦνται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιττόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπε· οὐτὶ ἐπιπλήττεις αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ἂν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀποδειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάντων τοὺς ἐν τοῖς λάχοις ἐν Μαραθῶνι κατασσεσηπότας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀποκτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παραταττομένους ἕδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα καὶ καλὰ ἔργα διαπραξαμένων. σὺ δὲ ἐν οἷς μὲν δυνατωτάτος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγμονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα, ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλοῦτον, οὕς πάντας σοι ἐκληρονομήσω, οὐχ οἷδ’ ὅπως ἀφελόμενος τούς μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφρα, οὔτε μικρὰν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέποτε τὴν πατρίδα, λόγους δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνατωτάτος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πολεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρότατος, ἐπιτιμᾶς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦσιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζῶντας μὲν δυνάσθαι οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μῦες ἐπ’ αὐτοὺς ἀναβαλίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ἢ βούλει· καὶ ἐμπρήσῃ, ὅτι πᾶσιν ἐμοὶν περίπτατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν ποτὲ ἐτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δόσει

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
