# Epistulae 883.1

Aristaenetus, Epistulae, 883.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/883.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/883.1

ἄρ πιστέροις μὲν τοῖς ἵπποις χρήσονται, ἀπειροὶ δὲ ὧν χρή· εἶναι γὰρ ἵππου ἀρετὴν οὐ τὴν εὐσαρκίαν, τὴν δὲ κατὰ πόλεμον εὐτολίμιαν καὶ ἐμπειρίαν. τὰ αὐτὰ δ’ οὐν ἐξαμαρτάνειν καὶ τοὺς γῆν πολλὴν κτωμένους τοῖς υἱέσιν, αὐτῶν δὲ μὴ ἐπιμελομένων. ἄ γὰρ πεκτήσονται, πολλοῦ ἀξία νομισθήσεται, αὐτοὶ δὲ ὀλίγου· προσήκει δὲ τὸ συλάττον τοῦ κτηθέντος ἀξιοτιμότερον εἶναι. καὶ τοίνυν ὁ τὸν ἑαυτοῦ παῖδα πολλοῦ ἀξίων ἀποδείξας, κἂν ὀλίγα καταλίπῃ, πολλὰ ἔδωκε· γνώμῃ γὰρ ἡ πλεῖω ἢ ἐλάττω γίνεται, ἀγαθὴ μὲν ἐμμετρα, ἐκμελεῖ δὲ καὶ ἀπαιδεύτῳ ὀλίγα. οὐ δὲ οὐδὲν πλεῖον τῶν ἀναγκαίων παρέχει, ἀ τοῖς μὲν διὰ παιδεύσεως ἰούσιν ἀναγκαῖα τε καὶ πλούσια νομίζεται, τοῖς δ’ ἀμαθεσὶ τὸ μὲν ἀλγεινὸν τῆς σαρκὸς ἐκλύει, τὴν δὲ περὶ τοῦ μέλλοντος δυσἐπιστίαν οὐ μειοῖ.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
