# Fragmenta 160.23

Aristaeus, Fragmenta, 160.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaeus/fragmenta/160.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaeus/fragmenta/160.23

ΑΡΙΣΤΑΙΩΝΟΣ ΑΠΟΣΠΑΣΜΑΤΙΟΝ. Ἀρισταίων ἔφρεν ἀφαρτον εἶναι τὸν κόσμον· λέγει γοῦν ἐν τῷ περὶ ἁρμονίας οὕτως· Ἐπεὶ δὲ ἀρχά, ὅτε δὴ ἐξσα ἀρχά, πρὸ παντὸς τέ ἐστι καὶ ἀγέννατος καὶ αὐτοτελής, (οὔτε γὰρ αἱ a μεθ’ ἀτέρων τι ἥς, ὑπάρχει κα ἐτι πρὸ παντός, οὔτε γενομένα ποχὰ ἐκ τινὸς ἀγέννατὸς κα εἴη ἐτι, οὐδὲ μὰν ἀρχά τε καὶ αἰτία τῶν γενομένων, οὔτε γὰρ αὐτοτελής, ἀτέρω γὰρ τινὸς ποτιδεδησεται τῷ σώοντος αὐτὰν καὶ κινάσοντος,) δήλον δὴ ὡς αὐτά καθ’ αὐτὰν ἄ ἀρχὰ ἀγέννατὸς ἐστι καὶ αἴδιος καὶ αἰτία γενέσιος τε καὶ κινάσεως. Κινέουσα δὲ πάντα αὐτὰ ἐξ αὐτῆς φύσει ἐστι, καὶ αὐτοτελεία παρεχομένη· ἄλλα αὐτὰ ἐξ αὐτῆς αὐτοτελής ἐστι. Εἰκόνες δὲ καὶ ὁμοιώσεις τῆς ἀρχῆς ταύτας καὶ ἐν τοῖς φύσι γινομένοις, καὶ ἐν τοῖς κατὰ τέχνην. Ἐπεὶ δὲ τὸ ἀθάνατον τὸ ἀκάματον, [ τὸ δὲ ἀκάματον τὸ μὴ κάμνον], δ δὲ θεὸς τοιοῦτος, κινέων τε τὸ ὅλον καὶ τὸ πᾶν, φανερὸν ὡς αἰδίος κα εἴη δ κόσμος. Αἱ γὰρ ἀρχὰν λήψεται διακοσμάσιος, ἔκαμέ ποκα τὸ κινεὸν αὐτὸ καὶ ἀνεπαύσατο b διακοσμάσιος. Αἱ δὲ γε χάμνον καὶ ἀμπαύοιτο τὸ κινεόν, φθαρτὸν καὶ γεννατὸν ὑπάρχον, καὶ αὐτὸ πέρας ἔξει c κινάσιος, καὶ τὸ ὅλον δὲ καὶ τὸ πᾶν διακοσμάσιος. Ὦστ’ ἀνάγκα ἤτοι γενέσιν ἀναιρεῖν, ἢ γεννᾶν ἐκ τῶ μη ὄντος, ἢ τόνδε τὸν κόσμον ὑπολείπεσται d ἀθάνατον καὶ ἀγήρατον εἶμεν. Λέγοιτο δὲ κα ἁρμονία φύσιος, ὅτι πάντα κατὰ λόγον φύεται τὸν τούτας ποτ’ ἄλληλα e , καὶ ὡς δ τεχνίτας ποτὶ τὰν τέχνην, οὕτως θεὸς ποθ’

---

Aristaeus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000369.
