# Fragmenta 12-15

Aristides Milesius, Fragmenta, 12 to 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristides-milesius/fragmenta/12

Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες, ἔπεμψαν τριακοσίους, καὶ στρατηγὸν Φάβιον Μάξιμον. Συμβαλὼν δ ̓ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθ ̓ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα, συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος. Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς, ἀναστρεφόμενον. Ὁ δ ̓ ἐλθὼν εἰς Τούσκους, ἐπολέμει Ῥωμαίοις. Οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι ἠβουλήθησαν. Ἐμπεσόντων δὲ, τραχηλοκοπῆσαι· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες, ἐχειροτόνησαν Μάλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα. Οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος, τῷ υἱῷ προσέταξε μὴ συμβαλεῖν· οἱ δὲ Σαμνῖται μαθόντες, βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν. Ὁ δὲ ταραχθεὶς ἐνίκησεν· Μάλιος δ ̓ αὐτὸν ἐτραχηλοκόπησεν, καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος. Ταρπηία τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήῖον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάριν· Σαβῖνοι δὲ νοήσαντες, ζῶσαν κατέχωσαν· ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς.

---

ARISTIDES MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2194.tlg002.local002/.
