# Fragmenta 25

Aristides Milesius, Fragmenta, Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristides-milesius/fragmenta/25

..... παρθένος τῆς δαίμονος τὸ φιλάνθρωπον ..... τὴν ὀφ....πᾶσαν κατοικίαν παρῆλθε, καὶ τοῖς ............. διήγειρεν, ὡς ὁ Ῥωμαῖος Βάρ[ρων ....... Λακε[δαιμ]ονίοις γεν[έσθ]αι λόγος ..................... Ἀριστείης, ὃς ἐν τῇ πέ[μπτῃ ......... φη[σὶν, ἥνικα .... οὗτος ...... καὶ πολ]λῶν ἀπολλυμένων[,ἔχ]ρησεν ὁ Πύθιος, [παύσεσθαι τὴν νόσον ἐὰ]ν κατ ̓ ἐνιαυτὸν θεοῖ[ζ ἀ]ποτροπαίοις ἢ [λυσίοις κληρωτὴ σφ]αγιασθῇ παρθένος. Τῆς [δὲ] ἀνόμου δεισιδαι[μονίας κατὰ π]ᾶν φθινόπωρον τελουμένης, [σθν]έπεσέ ποτε [λαχεῖν] τὴν Ἑλένην· Τυνδά[ρε]ως δὲ τὴν θυγα[τέρα] ἐστεφ[αν]ω[μένην τ]οῖς βωμοῖς προσή[γα]γε. Καταρχομένου δὲ αὐ[τοῦ] τῆς ἀνό[μου θυ]σίας, ἀετὸς καταπτὰς ἥρπασε τοῦ βασι[λέ]ως τὸ ξίφος, [καὶ παρ]ά τινα λευκὴν δάμαλιν ἀφῆκεν. Οἱ δὲ δορυφόροι κατό[πιν ἀπο]κολουθήσαντες, καὶ αὐτόπται γενομένοι τοῦ συμβάντος, [τὴ]ν βοῦν πρὸς Τυνδάρεων ἤγαγεν· ὁ δὲ θαυμ[άσ]ας τὴν πρόνοιαν, [τῆ]ς μὲν ἀνθρωπο[κτόν]ου συνηθείας ἐπαύσατο, τὴν δὲ δάμαλιν θύσας τοῦ λοιμι[κοῦ] π[άθ]ους ἀπηλλάττετο.

---

ARISTIDES MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2194.tlg002.local002/.
