# Fragmenta 5

Aristides Milesius, Fragmenta, Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristides-milesius/fragmenta/5

Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς, τῇ τροφῷ ἀνεκοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα, ὡς αἰδεῖται κατ ̓ ὄψιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τὴν παρθένον. Καὶ οἰνωθεὶς ὁ πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ ταῖς ἀγροικίαις ἦν, ἐγκύμων τυγχάνουσα· ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης, τὸ βρέφος ἔζη· κατιοῦσα δ ̓ ἐγκύμων κατέστη, καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥωμαίων φωνὴν Σιλουάνον. Ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν [ἑαυτὸν] ἔρριψε κρημνῶν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.

---

ARISTIDES MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2194.tlg002.local002/.
