# aristobulus_fhg3 131.9

Aristobulus, aristobulus_fhg3, 131.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/131.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/131.9

ΠΕΡΙ ΤΗΣ ΑΘΗΝΗΣΙΝ ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΕΠΙΔΗΜΙΑΣ. Τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι, καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσι αὐταῖς, καθάπερ Πολέμων ἐν τοῖς Πρὸς Ἐρατοσθένην φησιν, οὕτω· « Τὸ δὲ τῶν Εὐπατριδῶν γένος, δ μετέχει τῆς θυσίας ταύτης. » Εἶτα ἐξῆς· « Τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὁ δὴ γένος ἐστὶ περὶ τὰς Σεμνὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχει. Καὶ προθύονται πρὸ τῆς θυσίας κριόν Ἡσυχῶν ἱερὸν ἥρω, τοῦτον οὕτω καλοῦντες διὰ τὴν εὐψυχίαν· οὐ τὸ ἱερὸν ἐστὶ παρὰ τὸ Κολώνειον, ἔκτος τῶν Ἐννέα πυλῶν. »

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
