# aristobulus_fhg3 180.1

Aristobulus, aristobulus_fhg3, 180.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/180.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/180.1

πράξεως, ὁ μὲν Ἀλθαίμενὲς οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς, τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων παρέχαιπτε, διδὼς δ’ ἑαυτὸν εἰς τὰς ἐρημίας ἤλατο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατὰ τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς. Βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Ἀληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λιθυμνίου θάνατον, ὃν ἀκούσιος ἦν ἀνῆρτηκώς, ἔφυγεν ἐξ Ἄργους ἔχουσις χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετὰ τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθείς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατώκησε. Γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τὴν τε χώραν ἐπ’ ἴσης κατεκληρούγησε καὶ τὰλλα διετέλεσεν ἄρχων ἐπιεικώς. Τὸ δὲ τελευταῖον μετ’ Ἀγαμέμνονος στρατεύσων εἰς Ἴλιον, τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δ’ ἐπιρανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρωάδι.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
