# aristobulus_fhg3 181.1

Aristobulus, aristobulus_fhg3, 181.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/181.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/181.1

πον δυσχερές. Ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφώμεν, ἢ πατρίδος ἕνεκεν, ἢ φίλων, ἢ χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων; ὡςπερ γὰρ ἐκείνοι, τῷ λυσίτελει μετροῦντες, ἀδοκίμως ποιοῦσι τὰς αὐτῶν συντάξεις· οὕτως οἱ πολιτικοί, τῷ μισεῖν ἢ τῷ φιλεῖν ἐλκόμενοι, πολλάκις εἰς τὸ αὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις. Δι’ οὗ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. XV Δῆλον δ’ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστῶτων. Ὁμολογοῦντες γὰρ οἱ προειρημένοι, διὰ τῶν κατὰ μέρος, ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις· ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραιμένης τὸν δόλωνα διὰ τὸ τετραμὲννν αὐτὴν ἁλαττοῦσθαι, πολλούς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀπογωρεῖν πρὸς τὸ πέλαγος· τέλος δὲ μετ’ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναχασθῆναι ταυτὸ τοῖς προειρημένοις πράττειν· καὶ τότε μὲν εἰς τὴν Μυνδὴν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ’ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διὰραι· τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι, καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην, ἐπὶ τῇ ἐκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἐπαυλιν· ἐπὶ δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἑρόδον. Ταῦτα δ’ εἰρῶντες, ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, διὸς καὶ διὰ τῶν κατὰ μέρος, καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως, νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους· καὶ ταῦτα, τῆς ἐπιστολῆς ἐπιμενούσης ἐν τῷ πρυτανεῖι, τῆς ὑπ’ αὐτῶν τοὺς κατροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
