# aristobulus_fhg3 23.6

Aristobulus, aristobulus_fhg3, 23.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/23.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/23.6

Idem II, 47 : Οἱ δ’ Ἀχαιοὶ τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας δυνάμεως ὤρμησαν ἀντορθαλμεῖν τοῖς Ἀνχεδαμούνιοις· ἄμα μὲν ὑπολαμβάνοντες, καλλίστον εἶναι τὸ μὴ δι’ ἑτέρων σφίσι πορίζεσθαι τὴν σωτηρίαν, ἀλλ’ αὐ-τοὺς δι’ αὐτῶν σώζειν τὰς πόλεις καὶ τὴν χώραν· ἄμα δὲ βουλόμενοι καὶ τὴν πρὸς Πτολεμαίων τῆσιν φιλίαν, διὰ τὰς προγεγενημένας εὐεργεσίας, καὶ μὴ φαίνεσθαι πρὸς ἑτέρους ἐκτεινόντες τὰς χεῖρας. Ἦδη δ’ ἐπὶ ποσὸν τοῦ πολέμου προβαίνοντος, καὶ τοῦ μὲν Κλεομένους τὸ τε πατρίων πολίτευμα καταλύσαντος, καὶ τὴν ἔννομον βασιλείαν εἰς τυραννίδα μεταστήσαντος, γνομένου δὲ καὶ τῷ πολέμῳ πρακτικῶς καὶ παραβολῶς προορώμενος Ἄρατος τὸ μέλλον, καὶ δεδιὼς τὴν τε τῶν Αἰτωλῶν ἐπίνοιαν καὶ τόλμαν, ἔκρινε πρὸ πολλοῦ λυμαινεσθαι τὴν ἐπιβολὴν αὐτῶν. Κατανοοῦν δὲ τὸν Ἀντίγονον καὶ πράξιν ἔχοντα καὶ σύνεσιν, καὶ πίστεως ἀντιποιούμενον τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς, φύσει μὲν οὐδένα νομίζοντας οὔτε ἔχθρον οὔτε φίλον, ταῖς δὲ τοῦ συμφέροντος ψήφοις ἀεὶ μετροῦντας τὰς ἔχθρας καὶ τὰς φιλίας· ἐπε-βάλετο λαλεῖν πρὸς τὸν εἰρημένον βασιλέα, καὶ συμπλέκειν τὰς χεῖρας, ὑποδεικνύων αὐτῷ τὸ συμβεβηκὸς ἐκ τῶν πραγμάτων. Προδηλῶς μὲν οὖν αὐτὸ πράττειν ἀσύμφορον ἠγεῖτο διὰ πλείους αἰτίας. Τῶν τε γὰρ Κλεομένῃ καὶ τοὺς Αἰτωλοὺς ἀνταγωνιστάς παρασκευάζειν ἐμελλε πρὸς τὴν ἐπιβολήν· τοὺς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγον ἐπὶ τοὺς ἔχθρούς, καὶ δοκοῦν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἡκιστα φαίνεσθαι πράττοντα ἐβούλετο. Διόπερ ἐγὼν τοιαύτην πρόθεσιν, ἀδήλως αὐτὰ διενεοῖτο χειρίζεσθαι. Ἔς οὖ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἔκτος, δι’ ὧν ἐμελλε τὴν ἐναντίαν ἔμφασιν ὑποδεικνύων, ταύτην ἐπι-χρύψεσθαι τὴν οἰκονομίαν. Ὦν χάριν ἓνα τούτων οὐδ’ ἐν τοῖς Ὑπομνήμασι κατέταξεν.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
