# aristobulus_fhg3 570.1

Aristobulus, aristobulus_fhg3, 570.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/570.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/570.1

γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὁ καὶ ἔκαλεσε Δημαρούν. 17 Ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλλει τῇ ἑαυτοῦ οἰκήσει, καὶ πόλιν πρώτην κτίζει τὴν ἐπὶ Φοινίκης Βύβλον. Μετὰ ταῦτα τὸν ἀδελφὸν τὸν ἴδιον Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος, μετὰ γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν κατέχωσε. Κατὰ τούτων τὸν χρόνον οἱ ἀπὸ τῶν Διοσκούρων σχεδίας καὶ πλοῖα συνθέντες ἐπλεσαν· καὶ ἐκφύγεντες κατὰ τὸ Κάσσιον ὄρος ναὸν αὐτοῖς ἀφίερωσαν. 18 Οἱ δὲ σύμμαχοι Ἦλου τοῦ Κρόνου Ἐλοῖμι ἐπεκλήθησαν, ὡς ἂν Κρόνιοι οὗτοι ἦσαν οἱ λεγόμενοι ἐπὶ Κρόνου. Κρόνος δὲ υἱὸν ἔχων Σαδίδον ἴδιῳ αὐτὸν σιδήρῳ διεχρήσατο, δι’ ὑπονοίας αὐτὸν ἐχρήσας, καὶ τῆς ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς γενόμενος, ἐστέργησεν. Ὀσαύτως δὲ θυγατρὸς ἰδίης τὴν κεφαλὴν ἀπέτεμεν· ὡς πάντας ἐκπεπληγθαι θεοὺς τὴν Κρόνου γνώμην. 19 Χρόνῳ δὲ προϊόντι Οὐρανὸς ἐν φυγῇ τυγχάνων, θυγατέρα αὐτοῦ παρθένον Ἀστάρτην μεθ’ ἑτέρων ἀδελφῶν αὐτῆς δύο, Ῥέας καὶ Διώνης, δόλῳ τὸν Κρόνον ἀνελεῖν ὑποπέμπει· ὅς καὶ ἐλὼν ὁ Κρόνος κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιήσατο. Γνοὺς δὲ Οὐρανὸς ἐπιστρατεύει κατὰ τοῦ Κρόνου Εἰμαρμένην καὶ Ὥραν μεθ’ ἑτέρων συμμάχων, καὶ ταύτας ἐξοικειωσάμενος ὁ Κρόνος παρ’ ἑαυτῷ κατέσχεσεν. Ἔστι δέ, φασίν, ἐπενόησε θεὸς Οὐρανὸς Βατυλία, λίθους ἐμψύχους μηχανησάμενος. 20 Κρόνῳ δὲ ἐγένοντο ἀπὸ Ἀστάρτης θυγατέρες ἑπτὰ Τιτανίδες ἢ Ἀρτέμιδες. Καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας παῖδες ἑπτὰ, ὧν ὁ νεώτατος ἄμα τῇ γενέσει ἀφιερώθη· καὶ ἀπὸ Διώνης θύλειαι, καὶ ἀπὸ Ἀστάρτης πάλιν ἄρρενες δύο, Πόθος καὶ Ἔρως. Ὁ δὲ Δαγών, ἐπειδὴ εὗρε σῖτον καὶ ἀρότρων, ἐκλήθη Ζεὺς Ἀρότριος. Συδύκῳ δέ, τῷ λεγομένῳ δικαίῳ, μία τῶν Τιτανίδων συνελθούσα γεννᾷ τὸν Ἀσκληπιόν. 21 Ἐγεννήθησαν δὲ καὶ ἐν Περαία Κρόνῳ τρεῖς παῖδες, Κρόνος ὁμώνυμος τῷ πατρὶ, καὶ Ζεὺς Βήλος καὶ Ἀπόλλων. Κατὰ τούτους γίνονται Πόντος καὶ Τυφὼν καὶ Νηρεύς, πατὴρ Πόντου. Ἀπὸ δὲ τοῦ Πόντου γίνεται Σιδών, ἡ καθ’ ὑπερβολὴν εὐφωνίας πρώτη ὕμνον ᾠδὴν εὗρε, καὶ Ποσειδῶν. 22 Τῷ δὲ Δημαροῦντι γίνεται Μελχάφρος, ὁ καὶ Ἡρακλῆς. Εἶτα πάλιν Οὐρανὸς πολεμεῖ Πόντῳ, καὶ ἀποστάς Δημαροῦντι προστίθεται· ἐπειδὲ τε Πόντῳ ὁ Δημαροὺς, τροποῦται τε αὐτὸν ὁ Πόντος. Ὁ δὲ Δημαροὺς φυγῆς θυσίαν νύξατο. Ἔπει δὲ τριακοστῷ δευτέρῃ τῆς ἑαυτοῦ κρατάσεως καὶ βασιλείας, ὁ Ἦλος, τοῦτ’ ἐστὶν ὁ Κρόνος, Οὐρανὸν τὸν πατέρα λογχήσας ἐν τόπῳ τινὶ μεσογείῳ, καὶ λαβὼν ὀπτογείριον, ἐκτέμνει αὐτοῦ τὰ αἰδοῖα, σύγγειν πηγῶν τε καὶ ποταμῶν. Ἐνθα ἀφιερώθη Οὐρανός, καὶ ἀπηρτίσθη αὐτοῦ τὸ πνεῦμα καὶ ἀπέστασεν αὐτοῦ τὸ αἷμα τῶν αἰδοίων εἰς τὰς πηγὰς καὶ τῶν ποταμῶν τὰ ὕδατα, καὶ μέχρι τούτου δείκνυται τὸ χωρίον. » 23 Τόσαῦτα μὲν δὴ τὰ τοῦ Κρόνου καὶ τοιαῦτά γε τὰ σμικρὰ τοῦ παρ’ Ἑλλήσι βιωμένου βίου τῶν ἐπὶ Κρόνου, οὓς καὶ φασὶ γεγονέναι πρῶτον χρυσοῦν τὸ γένος μερόπων ἀνθρώπων, τῆς μακαριζομένης ἐκείνης τῶν παλαιῶν εὐδαιμονίας. Πάλιν ὁ συγγραφεὺς τούτοις ἐπιφέρει μεθ’ ἕτερα λέγων·

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
