# aristobulus_fhg3 571.1

Aristobulus, aristobulus_fhg3, 571.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/571.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/571.1

24. « Ἄσταρτη δὲ ἡ μεγίστη καὶ Ζεὺς Δημαροῦ καὶ Ἄδωδος βασιλεὺς θεῶν ἐβασίλευον τῆς χώρας Κρόνου γνώμῃ. Ἡ δὲ Ἄσταρτη ἐπέθηκε τῇ ἰδίᾳ κεφαλῇ βασιλείας παράσημον κεφαλὴν ταύρου· περιονοτοῦσα δὲ τὸν οἰκουμένον εὖρεν ἀσπετὴν ἀστέρα, ὃν καὶ ἀνελομένη ἐν Τύρῳ τῇ ἁγίᾳ νήσῳ ἀφῖερεσε. Τὴν δὲ Ἄσταρτην Φοίνικες τὴν Ἀφροδίτην εἶναι λέγουσι. Καὶ ὁ Κρόνος δὲ περιὼν τὴν οἰκουμένην Ἀθηνᾷ τῇ ἑαυτοῦ θυγατρὶ δίδωσι τῆς Ἀττικῆς τὴν βασιλείαν. Λοιμοῦ δὲ γενομένου καὶ φθορᾶς, τὸν ἑαυτοῦ μονογενῆ υἱὸν Κρόνος Οὐρανῷ τῷ πατρὶ ὁλοκαρποῖ (1. ὁλοκαυτοῖ), καὶ τὰ αἰδοῖα περιτέμνεται, ταῦτο ποιῆσαι καὶ τοὺς ἄμ’ αὐτῷ συμμάχους καταναγχάσας. Καὶ μετ’ οὐ πολὺ ἕτερον αὐτοῦ παῖδα ἀπὸ Ῥέας ὀνομαζόμενον Μοῦθ ἀποθανόντα ἀστέροισι. Φάναντον δὲ τοῦτον καὶ Πλούτωνα Φοίνικες ὀνομάζουσι. (25) Καὶ ἐπὶ τούτοις ὁ Κρόνος Βύβλον μὲν τὴν πόλιν τῇ θεᾷ Βααλτίδι, τῇ καὶ Διώνῃ, δίδωσι, Βηρυτὸν δὲ Ποσειδῶνι καὶ Καδεῖροις Ἀγροταῖς τε καὶ Ἀλιεύσι, οἱ καὶ τοῦ Πόντου λείψανα εἰς τὴν Βηρυτὸν ἀφῖερώσαν. Πρὸ δὲ τούτων θεὸς Τάαυτος (Ταυθὸς Gsfd.) μιμησάμενος τὸν οὐρανὸν τῶν θεῶν (μὴ. τῶν συνόντων θεῶν Gsfd. e 5 codd. τῶν οὐρανοέντων s. οὐρανιῶνων?) σήμει, Κρόνου τε καὶ Δαγώνος καὶ τῶν λοιπῶν, διετύπωσε τοὺς ἱεροὺς στοιχεῖον χαρακτήρας. (26) Ἐπενόησε δὲ καὶ τῷ Κρόνῳ παράσημα βασιλείας, ὀμματα τέσσαρα ἐκ τῶν ἐμπροσθίων καὶ ὀπισθίων μερῶν, δύο δὲ ἡσυχῇ μόντα, καὶ ἐπὶ τῶν ὤμων πτερὰ τέσσαρα, δύο μὲν ὡς ἰπτάμενα, δύο δὲ ὡς ὑφεῖμένα. Τὸ δὲ σύμβολον ἦν, ἐπειδή Κρόνος κοιμώμενος ἐδύπετο καὶ ἐγρηγόρως ἐκοιμᾶτο· καὶ ἐπὶ τῶν πτερῶν ὁμοίως, ὅτι ἀναπαυόμενος ἵπτατο καὶ ἰπτάμενος ἀνεπαύετο. Τοῖς δὲ λοιποῖς θεοῖς δύο ἑκάστῳ πτερῶματα ἐπὶ τῶν ὤμων, ὡς ὅτι δὴ συνίπταντο τῷ Κρόνῳ. Καὶ αὐτῷ δὲ πάλιν ἐπὶ τῆς κεφαλῆς πτερὰ δύο· ἓν ἐπὶ τοῦ ἡγεμονικωτάτου νοῦ, καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως. (27) Ἔλθων δὲ ὁ Κρόνος εἰς νότον χώραν, ἅπασαν τὴν Αἰγύπτον ἔδωκε θεῷ Τααύτῳ (Ταυθῷ Gsfd. hic et in seq.), ὅπως βασιλεύειν αὐτῷ γένηται. Ταῦτα δὲ, φησί, πρῶτοι πάντων ὑπομνηματίσαντες οἱ ἑπτὰ Συδὲξ παῖδες Κάδειροι, καὶ ὁ ἴδιος (al. καὶ ὁδὸς) αὐτῶν ἀδελφὸς Ἀσκληπίος, ὡς αὐτοῖς ἐνετείλατο θεὸς Τάαυτος. Ταῦτα πάντα ὁ Θαβίων, ὃς πάμπρωτος τῶν ἀπ’ αἰῶνος γεγονότων Φοινίκων ἱεροφάντης ἀληγορήσας, τοῖς τε φυσικοῖς καὶ σομικοῖς πάθεσιν ἀναμίξας, παρέδωκε τοῖς ὀργέοισι καὶ τελετῶν κατάρχουσι προφήταις· οἱ δὲ τὸν τύπον αὐξεν ἐκ παντὸς ἐπινοοῦντες, τοῖς αὐτῶν διαδόχοις παρέδωκαν καὶ τοῖς ἐπεισάχτοις· ὧν εἰς ἦν καὶ Εἰσίριος (1), τῶν τριῶν γραμμάτων ἐυρετής, ἀδελφὸς Χνᾶ τοῦ [πρώτου] μετονομασθέντος Φοίνιχος. »

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
