# aristobulus_fhg3 588.12

Aristobulus, aristobulus_fhg3, 588.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/588.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/588.12

ΠΑΡΘΙΚΑ. ριδάτης ἦσταν ἀδελφῶν Ἀρσακίᾳ, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. Οὗτοι Φερεχλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (Θεὸν αὐτὸν ἐπίκλην ὀνομάζων) σατραπὴν αὐτῶν τῆς χώρας καταστάνα, ἐπεὶ τὸν ἐτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπεῖρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν, ἀνεῖλόν τε τὸν ὑβρίσαντα, καὶ ἐτέροις πέντε τὴν πρᾴξιν ἀναχωνισαμένοι· καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν, καὶ καθ’ ἑαυτοὺς ἥρξαν, καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίους ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ’ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν. Πάρθους δὲ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετασχάσι. Οὓς δ’ Ῥωμαῖον αὐτοκράτορα Τραϊανὸς κατὰ κράτος ταπεινῶσας ὑποσπόνδους ἀφήκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
